Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.663
Not analysed yet
κόρυθος νεύοντα. ἔνθα δῆλον ὡς ὁ λόφος ἀκροτάτη κόρυς ἐστίν, ὁμωνυμῶν τῷ τοῦ ὄρους λόφῳ, ἐξ οὗ καὶ ὁ γήλοφος καὶ λοφνίδες, αἱ ἐκεῖθεν λαμπάδες, καὶ λοφιὰ ζῴου καὶ ζῷα λόφουρα. τὴν δὲ ἵππουριν καὶ ἱπποδάσειαν ἐρεῖ, ἐπίτηδες καὶ τοῦτο πλάσας ὁ ποιητής, ὡς ἂν πιθανῶς ἐν τοῖς ἑξῆς ἔχῃ ἑλκῦσαι τὸν Πάριν δραξάμενος τῶν τριχῶν ὁ Μενέλαος. Θεόκριτος δὲ τὸ Ὁμηρικὸν περιφραστικῶς ἑρμηνεύων φησίν· «ἵππειαι κόρυν σκεπάσασαι ἔθειραι». [Δῆλον δέ, ὅτι καὶ οὐρὰ ἵππου καὶ χαίτη δὲ συνετέλουν εἰς τὸ τῆς κόρυθος ἄκρον, ὡς ἡ ἵππουρις δηλοῖ καὶ ὁ ἱππιοχαίτης λόφος.] (v. 342) Ὅτι ἀγριότητα ὑπογράφει προσώπου τὸ «δεινὸν δερκόμενοι, θάμβος δ' ἔχεν εἰσορόωντας». (v. 344 s.) Ὅτι μονομάχων πολεμίων ἴδιον τὸ «καί ῥ' ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ σείοντ' ἐγχείας ἀλλήλοισι κοτέοντε». τίς δὲ ὁ διαμετρητὸς χῶρος, προείρηται. ὥσπερ δὲ ἔλεγχος ἐλεγχείη, οἷον «ἐλεγχείην καταχεύῃ», οὕτω καὶ ἔγχος ἐγχείη. ἔοικε δὲ διαφορά τις εἶναι τῶν δοράτων, ἃ πρὸ μικροῦ ἔπαλλεν ὁ Ἀλέξανδρος, καὶ τούτων τῶν ἐγχειῶν. ἔγχος μὲν οὖν ἐνταῦθα καὶ ἐγχείας πολλάκις φησί, δόρυ δὲ οὐδὲ εἰσάπαξ. καὶ ἴσως αὗται μὲν ὀρεκταί, ἐκεῖνα δὲ καὶ ἀφίεντο, τυχὸν δὲ καὶ τῷ μήκει διέφερον. διὸ περὶ τῶν μονομάχων τούτων φησίν, ὅτι μακραῖς ἐγχείαις μαχήσονται. (v. 346) Ὅτι καὶ ἐν τῷ «πρόσθε δ' Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος» καὶ ἐν ἄλλοις δὲ πολλαχοῦ δολιχόσκιον ἔγχος λέγει ἢ τὸ μακρόν, οὗ δολιχὴ καὶ ἡ σκιά, ἢ τὸ εἰς δολιχὸν κιὸν ἤτοι εἰς μακρὸν πορευόμενον πλεονασμῷ τοῦ σ ἤ, ὅπερ δολιχὸν γέγονε διὰ τὸ ἐν σκιᾷ τραφῆναι, ὡς καὶ ἀλλαχοῦ ῥηθήσεται. ὁ δὲ τοῦ σ πλεονασμὸς ἐν πολλαῖς εἴθισται βραχυνομέναις λέξεσι κατ' ἐπαλληλίαν πυκνήν, ὁποῖαι καὶ τὸ θέσκελον, θέσφατον, θεσπέσιον, θεόσδοτον, μογοστόκος Εἰλείθυια. ἦν δ' ἂν οὕτω καὶ θεοστόκος ἐν μέτρῳ δακτυλικῷ, εἰ μὴ τραπέντος τοῦ ο εἰς η θεητόκος ἐγράφη