Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.664
Not analysed yet
καθ' ὁμοιότητα τοῦ στεφανοφόρος, βοτρυοφόρος, σικυέλατον, ὑπέλατον, ἐνέλατον καὶ τῶν ὁμοίων. τὸ μέντοι ὁδοδόκος καὶ ὁδόπορος ἄλλως ἐθεράπευσε τὸ πολύβραχυ τῶν συλλαβῶν, δι' ἐπενθέσεως τοῦ ι, καθὰ καὶ τὸ μεσαπόλιος μεσαιπόλιος, Πυλαμένης, Ἰθαμένης καὶ ὅσα τοιαῦτα. [δύναται δὲ δολιχόσκιον ἔγχος λέγεσθαι καὶ πρὸς διαστολὴν ξίφους, ἔγχος γὰρ καὶ τὸ ξίφος παρὰ τοῖς τραγικοῖς.] (v. 347) Ὅτι βαλεῖν, οὐ τὸ ἀφεῖναι βέλος, ἀλλὰ τὸ ἐπιτυχεῖν, ὡς ἐπὶ πλεῖστον εὑρίσκεται παρὰ τῷ ποιητῇ. δηλοῖ δέ ποτε καὶ τὸ καταρρῖψαι. οὕτω γὰρ καὶ Ἀχιλλεὺς ἔβαλε πρὸς τῇ γῇ τὸ σκῆπτρον. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ θεῖναι, ὡς τὸ «φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν», [ἤγουν θήσομεν, καὶ «ἐν φρεσὶ βάλῃ», ἤγουν εἰς νοῦν θήσεις, ἐξ οὗ σύνθετον τὸ νουθετεῖν.] (v. 347 s.) Ὅτι τὴν ἀσπίδα τοῦ Μενελάου καὶ τὴν τοῦ Πάριδος πάντοσε ἴσας εἶναι ἱστορεῖ ὡς περιφερεῖς. δοκεῖ δὲ ἡ τοῦ Μενελάου ἀσπὶς καὶ χαλκῆν ἔχειν πτύχα ἐπιφαινομένην. διὸ εἰπών· «καὶ βάλεν Ἀτρείδαο κατ' ἀσπίδα πάντοσε ἴσην» ἐπάγει «οὐδ' ἔρρηξε χαλκόν», τὸν ἐπιπολάζοντα δηλαδή, «ἀνεγνάμφθη δέ οἱ αἰχμή», τουτέστιν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ἀνεκάμφθη, ἠμβλύνθη. τινὲς δὲ γράφουσιν «οὐδ' ἔρρηξε χαλκός», ἤγουν οὐ διεπέρασε τῆς τοῦ Μενελάου ἀσπίδος ὁ κατὰ τὸ δόρυ τοῦ Ἀλεξάνδρου σίδηρος. (v. 348) Ἰστέον δέ, ὡς αἰχμὴ κυρίως ἡ ἐπιδορατίς, ἤγουν τὸ ξίφος τοῦ δόρατος, παρὰ τὸ αἷμα χέειν, μετατεθέντος τοῦ μ. ἀπὸ δ' αὐτοῦ ὡς χρησιμωτάτου μέρους καὶ ἅπαν τὸ δόρυ αἰχμή συνήθως καλεῖται, ὡς δηλοῖ τὸ «ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ἀσπίδι ἐνὶ κρατερῇ». οὕτω δὲ ἀνάπαλιν