Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.665
Not analysed yet
καὶ δόρυ τὸ ὅλον ἀπὸ τοῦ ξύλου λέγεται, ὥστε δύο ὄντων μερῶν τῷ τοιούτῳ ὅπλῳ, ξύλου τε καὶ σιδήρου, δόρυ μὲν ἀπὸ τοῦ ξύλου λέγεται, αἰχμὴ δὲ ἀπὸ τοῦ σιδήρου. (v. 351—4) Ὅτι Μενέλαος μὲν εὔχεται ξενίῳ Διῒ κατὰ τοῦ ἅρπαγος μοιχοῦ τίσασθαι καὶ δαμάσειν ἐκεῖνον—πέποιθε γάρ, ὡς δίκαια τὰ τῆς εὐχῆς—, Ἀλέξανδρος δὲ εἰδὼς ἄδικα εὔξεσθαι κατὰ τοῦ Μενελάου οὐ παρρησιάζεται, ἀλλὰ σιωπᾷ. τί γὰρ ἂν εἴη τέλος ἀδίκου εὐχῆς; Σημείωσαι δέ, ὅτι ἡ τοῦ Μενελάου εὐχὴ παρῳδηθεῖσα ἐκ τοῦ «Ζεῦ ἄνα» πρέποι ἂν εἰς κακοξένου ἀράν, οἷον «θεὲ ἄνα, δὸς τίσασθαι, ὅ με πρότερος κάκ' ἔοργε, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον, ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ», [ἤγουν ὃς οὔτε ἀποπέμψει οὔτε λῃστρικῶς βλάψει τὸν ξενισθέντα, φιλοφρονήσεται δέ, ὡς ἐγώ ποτε τὸν Πάριν ἐν Λακεδαίμονι.] (v. 351) Ἰστέον δέ, ὅτι ἐν τῷ «Ζεῦ ἄνα», ἤτοι ὦ Ζεῦ βασιλεῦ, τὸ ἄνα ἢ ἀπὸ τῆς ἀνα προθέσεως τῆς δηλούσης τὴν ἄνω σχέσιν εἴληπται εἰς ὄνομα ἢ ἀπὸ τοῦ ἄναξ ἀποβολῇ τοῦ διπλοῦ γέγονεν ὁμοίως τῷ γύναι. ὅτι δὲ θεία, ὡς καὶ προδεδήλωται, λέξις ἐστὶ τὸ ἄναξ, δηλοῖ καὶ ὁ γράψας οὕτω· «ἄναξ, θεοὺς γὰρ δεσπότας καλεῖν χρεών», ὡς ταὐτὸν ὂν ἄνακτα εἰπεῖν καὶ θεόν. [Τὸ δέ «ὅς με πρότερος κακὰ ἔοργε» κακοῦργόν τε συνθέτως εἰπεῖν τὸν Πάριν εἶναι δηλοῖ καὶ διασαφητικόν ἐστι τοῦ «Ἀλεξάνδρου ἕνεκ' ἀρχῆς», τοῦ καὶ ἀρχεκάκου διὰ ταῦτα.] (v. 352) Τὸ δέ «καὶ ἐμαῖς ὑπὸ χερσὶ δάμασσον» διασαφητικόν ἐστι τοῦ «δὸς τίσασθαι», ὥσπερ καὶ τοῦ ξεινοδόκου ἐφερμηνευτικόν ἐστι τὸ «ὃς ἂν φιλότητα παράσχῃ». (v. 354) Τὸ δὲ ξεινοδόκος παροξύνεται διὰ τὴν ἐν αὐτῷ νοουμένην ἐνέργειαν. τὰ γὰρ παρὰ ῥῆμα σύνθετα ὀνόματα παροξύνεται μέν, ὅτε ἐνέργειαν ὑπισχνεῖται, προπαροξύνεται δὲ ὅτε πάθος, εἰ μὴ κανόνες κωλύοιεν, οὓς παρατίθεται Ἡρωδιανός· λιθοβόλος μὲν οὖν παροξυτόνως ὁ λίθον βάλλων, προπαροξυτόνως δὲ ὁ λίθῳ βεβλημένος· καὶ πρωτοτόκος μὲν ἡ πρώτως τεκοῦσα, πρωτότοκος δὲ ὁ πρῶτος τεχθείς· οὕτω καὶ ξεινοδόκος ὁ ξένους δεχόμενος ἐνεργητικῶς. φιλικὴ δὲ λέξις ὁ ξένος παρὰ τῷ ποιητῇ, παρὰ δὲ ἄλλοις ξένος ὁ ἀλλότριος. Ἡρόδοτος δὲ λέγει καί, ὅτι ξένους οἱ Λάκωνες ἐκάλουν τοὺς βαρβάρους. γίνεται δὲ ἀπὸ μὲν τοῦ Ὁμηρικοῦ ξένου ἡ ξενία καὶ ὁ ξεινοδόκος καὶ τὸ ξενίζειν, ἀπὸ δὲ τοῦ λοιποῦ τὸ ἀποξενοῦσθαι. (v. 353) Τὸ δὲ ἐρρίγῃσι μέσος ἐστὶ παρακείμενος τοῦ ῥιγῶ ῥιγήσω, οὗ τὸ ἔρριγα, ἐξ οὗ τὸ