Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.666
Not analysed yet
ἐρρίγω. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καί, ὅτι δῖον τὸν Ἀλέξανδρόν φησιν ὁ Μενέλαος εἰπών· «δὸς τίσασθαι δῖον Ἀλέξανδρον» παιδεύοντος Ὁμήρου δεῖν τὸν σπουδαῖον ἄνδρα εὐλογητικὸν εἶναι ὡς τὰ πολλὰ καὶ μὴ σκωπτικὸν ἐν οἷς οὐ χρή. ἔχει δέ τι καὶ βαρύτητος ὁ λόγος, ὡς μὴ δέον ὂν τὸν δῖον ἄνδρα κακὰ ἐοργέναι. (v. 355—60) Ὅτι γενναίας βολῆς δόρατος φραστικὸν τὸ «ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος» καὶ βάλε κατ' ἀσπίδα, «διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα ἔγχος», ἤτοι ῥᾷον διέκοψε καὶ οἷον ἐθέρισε. Κυρίως γὰρ ἐπὶ θέρους τὸ ἀμᾶν, ὅθεν ἀμᾶσθαι τροπικῶς καὶ τὸ δρακὶ συνάγειν, ὡς τὸ «κόνιν ἐπαμησάμενος». (v. 359) Γίνεται δὲ ἡ λαπάρα, δι' ἧς ὁ κενεὼν δηλοῦται, παρὰ τὸ λάπτω, τὸ ἐκκενῶ, ὡς καὶ ὁ κενεὼν ἐκ τοῦ κενῶ, ὁ λαπαχθεὶς τόπος καὶ κενὸς ὀστῶν. ὅτι δὲ ἐκ τοῦ λάπτω γίνεται καὶ τὸ ἀλαπάζω, προείρηται. [ἀπ' αὐτοῦ δὲ καὶ λάπαθος, φυτὸν εὔθετον εἰς γαστρὸς ὑπαγωγήν.] (v. 362) Ὅτι ἀνασχόμενος οὐχ' ὁ ὑπομείνας, ὡς παρὰ τοῖς μεθ' Ὅμηρον, ἀλλ' ὁ ὑψοῦ τείνας τὴν χεῖρα. φησὶ γάρ· «ἐρυσάμενος ξίφος ἀργυρόηλον πλῆξεν ἀνασχόμενος κόρυθος φάλον». ἀλλαχοῦ δὲ ἐνεργητικῶς χεῖρας ἀνασχών φησιν ἐπὶ εὐχῇ καὶ χεῖρας ἀνέσχον. Φάλος δὲ κόρυθος ἀσπιδίσκιον, ὡς καὶ ἀλλαχοῦ φανεῖται, ἢ ἀστερίσκος τις προμετωπίδιος, λευκὸς καὶ λαμπρός, ἐκ τοῦ φάλιον, τὸ λευκόν. αὐτὸ δὲ παρὰ τὸ φάειν λίαν, ὅθεν καὶ φαλακρός, ὁ τὸ κάρα φάλιος ἤτοι λαμπρός, ὡς καὶ ἐν Ὀδυσσείᾳ σκώπτει τις τὸν Ὀδυσσέα. καὶ πέτρα δὲ φαληριῶσα παρὰ