Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.667
Not analysed yet
Λυκόφρονι, ἡ λευκὴ νῆσος. καὶ κύματα παρ' Ὁμήρῳ φαληριόωντα, τὰ λευκά. (v. 362 s.) Ὅτι ἐν τῷ «ἀμφὶ δ' ἂρ αὐτῷ ξίφος τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός» εἴποις ἂν σιδήρου θραυομένου ἀκούειν. τοιοῦτον γάρ τινα ἦχον ἡ τῶν λέξεων ὑπηχεῖ τραχύτης ἐπίτηδες οὕτω φράζοντος τοῦ ποιητοῦ ὀνοματοποιΐας τρόπῳ, ὥσπερ αὖ πάλιν τοὐναντίον, ὡς καὶ προεγράφη, ἐν τῷ «μέγαν ἐλέλιξεν Ὄλυμπον», ἤγουν τὸν μέγαν ἐκίνησεν οὐρανόν, ἐπλεόνασε τῇ τοῦ λ λειότητι, ἵνα τῷ ἀπαραποδίστῳ τῆς κατὰ τὸ ἀμετάβολον φράσεως τὴν ὀξυκινησίαν ἐμφήνῃ τοῦ οὐρανοῦ, ὃς λειότερον Ὄλυμπος λέγεται. (v. 363) Τὸ δέ «τριχθὰ καὶ τετραχθά» ἐκ τοῦ τρίχα καὶ τοῦ τέτραχα γίνεται πλεονασμῷ τοῦ θ διὰ τραχυφωνίαν πλείονα, [ὃ δὴ γίνεται καὶ ἐπὶ τοῦ ὄχθος καὶ ὄχθη. καὶ ἐν αὐτοῖς γὰρ ἀπὸ τοῦ ἐξέχειν γενομένοις πλεονασμὸς τοῦ θ ἐστιν, ὡς καὶ ἐν τῷ εὐοχθεῖν κατά τινας, ὃ παρ' Ἡσιόδῳ κεῖται, καὶ ἐν τῷ χθών, χθονός.] ὀξύνεται δέ, ὡς τὸ δηθά. Τὸ δὲ διατρυφέν ἐκ τοῦ θρύπτω γίνεται, ὠνοματοπεποιημένου ῥήματος, καὶ ἔστι μετοχὴ δευτέρου παθητικοῦ ἀορίστου. ἐντεῦθεν δὲ καὶ τὸ τρύφος παρῆκται, ἔτι δὲ καὶ ἡ τρυφή, ὡς τὸν σπαταλῶντα θρύπτουσα. Ὅρα δέ, ὡς δυστυχοῦντα τὸν Μενέλαον ἐνταῦθα ποιεῖ Ὅμηρος, οὐ μόνον ὅτι τοῦ πρῶτος βαλεῖν ἀπέτυχεν, ἀλλὰ καὶ ὅτι τὸ ἔγχος ἐτώσιον ἀφῆκε, καὶ τῇ θραύσει δὲ τοῦ ξίφους καὶ τῇ φυγῇ τοῦ Πάριδος. Ἀλεξάνδρῳ δὲ τὰ πλείω εὖ ἔτυχε. κάμπτεται γὰρ αὐτῷ ἡ αἰχμὴ καὶ τοῦτό γε μόνον οὐκ εὐτυχεῖ, τὰ δ' ἄλλα εὖ ἐκείνῳ συμπίπτει. πρῶτός τε γὰρ βάλλει ἐκ τύχης κλήρου καὶ ἡ τρυφάλεια ἑλκομένου ῥήγνυται καὶ αὐτὸς διαφεύγει τὸν φόνον. ὃ δὲ μέγιστόν ἐστι τῷ μὲν ἀδικηθέντι εὐτύχημα, δυσδαιμονία δὲ τῷ ἅρπαγι, τοῦτο ἦν, ὅτι νικᾷ μὲν ὁ Μενέλαος, ἡττᾶται δὲ ὁ Ἀλέξανδρος. διδάσκει δὲ καὶ ἐν τούτοις ὁ ποιητὴς τὸ ἐν τοῖς πρακτέοις ἀνώμαλον. (v. 365—8) Ὅτι ἕτοιμοι πρὸς βλασφημίαν οἱ δυστυχοῦντες. Μενέλαος οὖν οὐκ εὐτυχῶν ἐνταῦθά φησι· «Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· ἦ τ' ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος, νῦν