Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.668
Not analysed yet
δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος» καὶ ἑξῆς. οὐκ ἀπαιδεύτως δὲ ὁ βασιλεὺς λαλεῖ, ἀλλ' εὐσεβῶς, ὡς χρεὼν ὂν δυσπραγεῖν τὸν κακόν. (v. 365) Ἰστέον δέ, ὅτι τὸ ὀλοώτερος θεῶν ἀντὶ τοῦ ὀλοὸς ἐν θεοῖς. ἐνταῦθα γὰρ ἡ σύγκρισις ἀντὶ ἁπλοῦ νοεῖται, ὡς καὶ ἀλλαχοῦ. (v. 366) Τὸ δέ «τίσασθαι Ἀλέξανδρον κακότητος», ἤγουν ἕνεκεν τῆς κακίας, Ἀττικὴν ἔχει ἔλλειψιν. πλεονάζουσι δὲ οἱ μεθ' Ὅμηρον τῷ τοιούτῳ σχήματι, ὁποῖον καὶ τὸ «θαυμάσαι δίκαιον Ἰσοκράτην τῆς τέχνης». (v. 367) Τὸ δὲ ἄγη Ἀττικοὶ ἐάγη φασίν. [Ἰστέον δέ, ὅτι τὸ «ἦ τ' ἐφάμην τίσασθαι» καὶ ἑξῆς, ἀφελοῦς ἰδέας ἐστίν· ἁπλοϊκοῦ γὰρ ἤθους μέμφεσθαι τὸ θεῖον, ὅτι μὴ γέγονεν ὅπερ τις ἔφατο.] (v. 367 s.) Ὅτι ἀποτυχίαν φράζων ἀφέσεως ἔγχους περιφραστικώτερόν φησιν· «ἐκ δέ μοι ἔγχος ἠΐχθη παλάμῃφιν ἐτώσιον», εἶτα στενοχωρῶν τὴν περίφρασίν φησιν· «οὐδ' ἔβαλόν μιν». ταὐτὸν γὰρ τοῦτο πρὸς τὸ «ἐξηΐχθη παλάμης ἔγχος ἐτώσιον». (v. 369 s.) Ὅτι ἐπαΐξας ὁ Μενέλαος κόρυθος λάβεν ἱπποδασείης, εἷλκε δ' ἐπιστρέψας μετ' ἐϋκνήμιδας Ἀχαιοὺς τὸν Πάριν, λίαν ἀγχινούστατα ἐν ἀπόροις εὐπορήσας καὶ μηχανὴν εὐτυχῶς ἐξευρηκὼς κατὰ τοῦ ἐχθροῦ. Ὅρα γάρ, ὡς ἐζώγρησεν οἷον αὐτὸν ὁ Μενέλαος καὶ περιγέγονεν ἂν καὶ εἰς τέλος ἐκείνου κατὰ κράτος, εἰ μὴ τὰ τῆς ἱστορίας ἐκώλυε. νῦν δὲ ἡ διασκευὴ μέχρι τοῦ εἰκότος προχωρήσασα ἡττηθῆναι μὲν ἐκεῖνον ποιεῖ καὶ οὕτω καταισχύνει, οὐ μὴν τολμᾷ καὶ τὴν ἐκείνου ἀναίρεσιν. (v. 369) Ὅρα δὲ καί, ὅτι τὸ ἱπποδασείης κόρυθος λαβεῖν, ἤγουν ἅψασθαι, ὡς ἐπὶ τριχῶν κεφαλῆς εἴρηται, καὶ ἔστιν ἀστεῖα ἡ περιπέτεια, εἰ ἀπὸ τοιούτου ὅπλου ὁ Πάρις κινδυνεύει, καὶ ἴσως διὰ τοῦτο κρείττων ἡ ἁπλῆ περικεφαλαία τῆς τριχωτῆς. ὁποίῳ δή τινι λόγῳ καὶ οἱ Κουρῆτες ἐπετηδεύσαντο κουράν, ἵνα μὴ λαμβάνωνται τῶν τριχῶν αὐτῶν οἱ πολέμιοι. (v. 371 s.) Ὅτι ἦγχεν ἑλκόμενον τὸν Ἀλέξανδρον πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν. εἶτα ἐφερμηνεύων Ὅμηρος, εἰς τί τῷ Ἀλεξάνδρῳ ἐχρησίμευεν ὁ τοιοῦτος ἱμάς, φησίν· «ὅς οἱ ὑπ' ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης». ἀστείως δὲ ταῦτα πλάττει ὁ ποιητὴς σκώπτων τὸν Ἀλέξανδρον. ἱμάντι τε γὰρ αὐτὸν ποιεῖ ἑλκόμενον κατὰ τοὺς αἰχμαλώτους καὶ τὴν αὐτοῦ δειρὴν ἁπαλὴν λέγει ὡς ἂν εἰ καὶ γυναικός. καὶ ἄλλως δὲ κεστῷ ἄγχεται ὡς θεράπων Ἀφροδίτης, ἧς φόρημα κεστός, ὡς ἀλλαχοῦ λεχθήσεται. Ἰστέον δέ, ὅτι, ὥσπερ κεστὸς ὁ κεντητὸς καὶ ποικίλος,