Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.669
Not analysed yet
οὕτω πολύκεστος ὁ πολυκέντητος καὶ πολυποίκιλτος, ὅπερ καὶ τοῦ ῥαγῆναι τὸν ἱμάντα αἴτιον γέγονεν. εἰ γὰρ καὶ βοὸς ἦν «ἶφι κταμένοιο», ἤγουν σφαγέντος ἐν νεότητι καὶ ἰσχύϊ, ἀλλὰ διὰ τὸ πολυκέντητον καὶ οὕτω πολυδιαίρετον ἕτοιμος ἦν εἰς ῥῆξιν. διὸ ἡ φίλη τῷ Πάριδι Ἀφροδίτη ἔρρηξε τὸν ῥηθέντα ἱμάντα, «κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ». Ἔτι ἰστέον καί, ὅτι τὸ μὲν ἱμάς προσηγορικόν ἐστιν, ἐπίθετον δὲ αὐτοῦ τὸ πολύκεστος, ὥστε καί, ὅταν εἴπῃ κεστός, ἐπίθετόν ἐστιν ἱμάντος τὸ ὄνομα λείποντος τοῦ προσηγορικοῦ, καθὰ καὶ ἐπὶ ἄλλων πολλῶν γίνεται. ὥσπερ καὶ ἐνταῦθα ἡ τρυφάλεια περικεφαλαίας οὖσα ἐπίθετον ἀντὶ αὐτῆς ἐκείνης λαμβάνεται. παρὰ τὸ κέντω δέ, φασί, βαρύτονον ἢ παρὰ τὸ κεντῶ γίνεται ὁ ῥηθεὶς πολύκεστος διὰ τὸ πολυρραφὴς εἶναι, ὥσπερ καὶ παρὰ τὸ ἕω, τὸ πληρῶ, ἑστὸς καὶ μεστὸς ὁ πλήρης. τὸν δέ γε τῆς Ἀφροδίτης κεστὸν καὶ παρὰ τὸ κάζω, τὸ κοσμῶ, ἐτυμολογοῦσιν οἱ παλαιοί. [εἰ δὲ καὶ ἐκεῖνος ἐκ τοῦ κεντεῖν παρῆκται, ὄμως ἁπλῶς ἐστι κεντητός, οὐ μὴν πολύκεστος οὕτω κατὰ τὸν τοῦ Πάριδος.] (v. 372) Ὅρα δὲ καί, ὡς τὸν ἀνθερεῶνα σαφῶς ὑπέγραψεν. ὅπου γὰρ ὁ τῆς περικεφαλαίας ὑποτέταται ὀχεύς, ἐκεῖ ἐστιν ὁ ἀνθερεών. καὶ ἄλλως δὲ εἰπεῖν, ἑρμηνεύων τὴν ἁπαλὴν δειρὴν ἐπάγει τὸ «ὑπ' ἀνθερεῶνος», ὡς ταὐτὸν ὂν εἰπεῖν ἀνθερεῶνα καὶ δειρὴν ἁπαλήν. καὶ ἴσως τοῦτό ἐστιν, ὅπερ φησὶν ἀλλαχοῦ «ἁπαλοῖο δι' αὐχένος». [Ἰστέον δέ, ὅτι τὸ ὑπ' ἀνθερεῶνος, ἤγουν ὑποκάτω τοῦ ἀνθερεῶνος, ὑπ' ἀνθερεῶνα ἡ κοινὴ φράζει.] Ὀχεὺς δὲ οὐ μόνον ἐπὶ μοχλοῦ θύρας, ὡς ἀλλαχοῦ, ἀλλ' ἰδοὺ καὶ ἱμάς, ὁ συνεκτικὸς τῆς περικεφαλαίας, [ἀπὸ τοῦ ἔχειν παρηγμένος, ὅθεν καὶ τὸ τῆς ἀσπίδος ὄχανον.] Τῶν δὲ περικεφαλαιῶν αἱ μὲν ἄφαλοι, ὡς αὐτός που λέγει ὁ ποιητής, αἱ δὲ φαλωταί, ἤτοι ἔχουσαι φάλον, ὡς καὶ ἡ τοῦ Πάριδος. ἔφη γοῦν, ὅτι ἔπληξε Μενέλαος κόρυθος φάλον, τὴν δ' αὐτὴν καὶ τρυφάλειαν λέγει ἄρτι, ὡς τρεῖς φάλους ἔχουσαν. ἐρεῖ δέ πού τινα καὶ ἀμφίφαλον καὶ τετράφαλον. Σκοπητέον δὲ καί, ὅτι ἐν μὲν τῷ δίφρος τροπὴ τοῦ υ διχρόνου γέγονεν εἰς τὸ ι, ἐν δὲ τῷ τρυφάλεια ἔμπαλιν ἔχει ἡ τοῦ διχρόνου τροπή. (v. 373—81) Σημείωσαι