Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.670
Not analysed yet
δὲ καί, ὅτι ἔθους ὄντος τῷ ποιητῇ ταῖς δυσλύτοις περιπετείαις τῶν ἱστορουμένων ἐπεισάγειν ποτὲ καὶ θεούς, ὡς οἷον ἀπὸ μηχανῆς τινος τραγικῆς, πεποίηται τοῦτο καὶ νῦν. ἐπεὶ γὰρ ἕλκεται ὁ Πάρις καὶ κίνδυνός ἐστιν αἰχμάλωτον ἀπαχθῆναι αὐτόν, τοῦτο δὲ παρὰ τὴν τῆς ἱστορίας ἐστὶν ἀλήθειαν, λύει θεραπεύων τὸ κινδυνῶδες ὁ ποιητὴς ἐπεισοδίῳ θεοῦ· φησὶ γάρ· «καί νύ κεν εἴρυσέν τε», ὅ ἐστιν εἵλκυσεν ἂν τὸν Πάριν ὁ Μενέλαος, «καὶ ἄσπετον ἤρατο κῦδος, εἰ μὴ ἂρ ὀξὺ νόησεν» ἡ Ἀφροδίτη, «ἥ οἱ ῥῆξεν ἱμᾶντα βοὸς ἶφι», ὡς ἐρρέθη, «κταμένοιο», εἶτα καὶ «ἐξήρπαξε ῥεῖα μάλα ὥς τε θεός, ἐκάλυψε δὲ ἠέρι πολλῇ». καὶ τοῦτο μὲν τοῦ μύθου, ἡ δὲ καθ' ἱστορίαν ἀλληγορία βούλεται συνωμότας τινὰς ἑταίρους ἡλικιώτας τῷ Ἀλεξάνδρῳ συνασπίσαντας λάθρᾳ ὡς ἐν ἠέρι, ἤγουν ἀορασίᾳ, ἐκ μέσου θεῖναι αὐτὸν συνεπιλαβομένης Ἀφροδίτης, ὅ ἐστι τοῦ περὶ τὴν Ἑλένην ἐπαφροδίτου κοινοῦ φίλτρου καὶ ἱμέρου. διὸ καὶ ἔκπαγλα φιλεῖν αὐτὴν ἡ Ἀφροδίτη λέγεται, ὡς πολὺ τὸ ἐπαφρόδιτον ἔχουσαν, ᾧ καὶ οἱ δημογέροντες κηλούμενοι ἔλεγον οὐ νεμεσητὸν τοιῇδε ἀμφὶ γυναικὶ μάχεσθαι. ὡς εἰ μὴ τοῦτο ἦν, τί ἐκώλυεν ἔχθραν μέσον τεθῆναι Τρώων καὶ Ἀχαιῶν Ἀφροδίτης χόλῳ κατὰ τὴν ἐκείνης ἀπειλὴν καὶ οὕτω τὴν Ἑλένην κακόν τι παθεῖν ὀλομένην κακὸν οἶτον; ὃ καὶ αὐτὴ δεδοικυῖα τούς τε πενθεροὺς κολακεύει καὶ τὸν Πάριν καὶ τὸν Ἕκτορα καὶ ἑαυτὴν ὑβρίζει τὸ μέλλον καραδοκοῦσα καὶ ἐπισπωμένη ἔλεον. (v. 375) Ῥῆξαι δὲ τὸ βίᾳ ἑλκυσμοῦ διακόψαι τὸ συνεχές, ὡς καὶ ἐνταῦθα ῥήγνυται ὁ ἱμὰς τῆς τρυφαλείας τοῦ Ἀλεξάνδρου, οὐ μὴν λύεται ἀνακάμψει δεσμοῦ· ὀξύτητος γὰρ ἔδει τῷ πράγματι. τοιοῦτον δὲ ἡ ῥῆξις ἀχρόνως οἷον γινομένη. διὸ καὶ ὀξὺ νοήσασα ἡ Ἀφροδίτη ἔρρηξεν ὀξυχειρίᾳ χρησαμένη. (v. 376) Κενὴ δὲ τρυφάλεια ἡ μηκέτι ἐντὸς ἔχουσα τὴν τοῦ Πάριδος κεφαλήν. Τὸ δὲ ἕσπετο γλυκέως ἐρρέθη, ὡς εἴπερ ἔμψυχος ἦν ἡ τρυφάλεια. καὶ