Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.671
Not analysed yet
ἔστι τοῦτο ἀρχὴ τοῦ εἰπεῖν τῶν τινὰ σοφῶν γλυκέως ὕστερον, ὡς ἡ τοῦ νεκροῦ χεὶρ ἐπηκολούθησε. Χεῖρα δὲ παχεῖαν τὴν τοῦ Μενελάου δεόντως νῦν λέγει διὰ τὸ τοιαῦτα εἶναι τοῖς ἀνδρικοῖς τὰ ἀκρωτήρια. ἐν μέντοι τῇ Ὀδυσσείᾳ παχεῖαν χεῖρα τῆς Πηνελόπης κατὰ τὸ παρέλκον φησὶ καί, ὡς οἱ παλαιοὶ λέγουσι, κατὰ ἀκυρολεξίαν, εἰ μὴ ἄρα ὡς καὶ ἐκείνης δαΐφρονος. (v. 381) Ἠέρα δὲ τὴν σκότωσιν εἶτ' οὖν τὸν ἀφώτιστον ἀέρα μυριαχοῦ κατὰ θηλυκὸν γένος φησίν. οὕτω δὲ καὶ τὴν αἰθέρα λέγει. (v. 378) Ὅτι ἔρριψεν ἐπιδινήσας τὴν Ἀλεξάνδρου περικεφαλαίαν εἰς τοὺς Ἀχαιοὺς Μενέλαος, λάφυρον οἷον ἐξ ἐκείνου ταύτην κερδάνας. κατὰ δὲ τοὺς παλαιοὺς καὶ εἴδωλόν τι Ἀλεξάνδρου τοῖς τε θεωμένοις τότε τοῖς τε ὕστερον ἀκροωμένοις καταλείπει τριχῇ περιγενόμενος αὐτοῦ δόρατί τε καὶ ξίφει καὶ τρίτον αἰχμαλωσίᾳ, τῇ διὰ τῆς περικεφαλαίας. εἴ τι γὰρ θυμουμένοις παραπέσῃ, τοῦτο, φασίν, ὅπλον ἐστὶν ἀχορηγήτου θυμοῦ. Τὸ δὲ ἐπιδινήσας ἀντὶ τοῦ δίκην δίνου, ὅ ἐστι τόρνου, ἀφεὶς φέρεσθαι. χρῆσις δὲ τοῦ δίνου καὶ παρὰ τῷ Κωμικῷ. ἐκεῖθεν δὲ καὶ θηλυκὸν ἡ δίνη. (v. 382) Ὅτι τὸν τοῦ Ἀλεξάνδρου θάλαμον ἀνδρὸς τρυφεροῦ εὐώδεα λέγει καὶ κηώεντα, ὅ ἐστι τεθυμιαμένον, παρὰ τὸ κῆαι, ἤγουν καῦσαι καὶ θυμιᾶσαι. προϊὼν δὲ καὶ δόμον αὐτοῦ περικαλλέα ἐρεῖ καὶ ὑψόροφον θάλαμον. Ἰστέον δέ, ὅτι τὸ κηώεντι δύναται καὶ λόγῳ σαφηνείας κεῖσθαι, ἵνα ᾖ τὸ «θαλάμῳ εὐώδεϊ κηώεντι» ταὐτὸν τῷ εὐωδίαν ἔχοντι, οὐκ ἐξ ἀνθέων ἢ μύρων, ἀλλ' ἐκ τῶν ἐν αὐτῷ καιομένων εὐοδμιῶν. Τὸ δὲ κηώεις, ὡς καὶ ἑτέρωθι κεῖται, ἐκτείνει τὴν παραλήγουσαν διὰ τὴν εἰς μέτρον εὐχρηστίαν ὡς τὸ εὐρώεις καὶ κητώεις καὶ ὠτώεις καὶ ὅσα ἄλλα μακρὰν ἔχει τὴν προπαραλήγουσαν. ἔνθα μέντοι αὐτὴ βραχεῖα, ἐκεῖ ὁμοία καὶ ἡ παραλήγουσα, ὡς δηλοῖ τὸ ἠερόεις, ἱμερόεις, σκιόεις, ἐρόεις, κερόεις, γλαγόεις, οὐατόεις. (v. 383 s.) Ὅτι περὶ τὸ Τρωϊκὸν τεῖχος