Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.672
Not analysed yet
πολλαὶ γυναῖκες ἐν τῷ τῆς μονομαχίας ἵσταντο καιρῷ κατὰ ἔθος τὸ καὶ ἐν τοῖς ἑξῆς που δηλωθησόμενον, ᾧ κατακολουθοῦσα καὶ ἡ Ἑλένη ἐξῆλθε. φησὶ γοῦν· «τὴν δ' ἐκίχανε πύργῳ ἐφ' ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν». (v. 385) Ὅτι ὁ ἑανὸς κυρίως πέπλου ἤτοι γυναικείου φορήματός ἐστιν ἐπίθετον ἀπὸ τοῦ ἕω, τὸ ἐνδύω, ἐξ οὗ καὶ τὸ εἷμα, ἵνα δηλοῖ τὸν ἄξιον τοῦ ἐνδύεσθαι. ὥσπερ δὲ πολλὰ καὶ ἄλλα ἐπίθετα ἀντ' αὐτῶν ἐκείνων λαμβάνεται τῶν προσηγορικῶν, οἷς ἐπιτίθεται, ὡς καὶ ἀλλαχοῦ εἴρηται, οὕτω καὶ τοῦτο. καθάπερ γὰρ ξυστὸν κατὰ μόνας αὐτὸ τὸ ξεστὸν δόρυ, οὗ ὡς ξεομένου ἐπίθετόν ἐστι τὸ ξυστόν, καὶ ἡμέρα ἰδίως αὐτὴ ἡ κατ' ἐπίθετον ἡμέρα ἠώς, ἤγουν ἡ πραεῖα καὶ ἀντίθετος τῇ ἀπὸ τοῦ δεδιέναι γινομένῃ δειδίᾳ, ὡς ἀπὸ ἀρσενικοῦ τοῦ ἥμερος, καὶ διπλόη αὐτὴ ἡ διπλῆ χλαῖνα, καὶ βροτὸς αὐτὸς ὁ ἄνθρωπος, οὗ ὡς ῥευστοῦ ἐπίθετον τὸ βροτός κατὰ τὸ βροτοὶ ἄνδρες, καὶ ἀήτης αὐτὸς ὁ ἄνεμος, ὁ ἄλλως κυρίως τῷ ἀνέμῳ συνδυαζόμενος ἐπιθετικῶς, ὡς δηλοῖ καὶ Ἡσίοδος ἀήτας λέγων ἀνέμου ἤτοι πνοάς, καὶ τέτρωρον αὐτὸ τὸ τέθριππον, οὗ ἐντελὲς τὸ τέθριππον ἅρμα, ὡς δηλοῖ καὶ Εὐριπίδης τέτρωρον ὄχον εἰπών, καὶ δάκος δὲ καὶ δάκετον τὸ θηρίον, οὗ τὸ πλῆρες δάκετον θηρίου, ὡς δηλοῖ ὁ αὐτὸς ἐν τῷ «ἄφθογγα δάκη θηρῶν», καὶ ἤπειρος αὐτὴ γῆ, ἧς ἐντέλεια τὸ «ἐπ' ἀπείρου γᾶς ἔβη», τουτέστιν ὡρμίσθη, ὡς ὁ αὐτός φησι. καθὰ οὖν ταῦτα, οὕτω καὶ ἑανὸς ἰδικῶς ὁ κατὰ συνδυασμὸν