Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.673
Not analysed yet
ἑανὸς πέπλος. φησὶ γοῦν· «νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα», ἤτοι τοῦ θείου πέπλου λαβομένη, διεσάλευσε τὴν Ἑλένην, ἵνα ἐπιστραφῇ. παρακατιὼν δὲ ἑανὸν ἀργῆτα φαεινὸν ἐρεῖ, ὅθεν μάλιστα δῆλον, ὅτι τὸ ἑανός, εἰ καὶ ἐπίθετόν ἐστιν, ἀλλ' ὡς αὐτόχρημα πέπλος λαμβάνεται προσηγορικῶς. οὐδέποτε γὰρ ὁμοῦ δύο ἐπίθετα, πολλῷ δὲ πλέον οὐδὲ τρία κεῖνται χωρὶς κυρίου ἢ προσηγορικοῦ. Ἔστι δὲ νεκτάρειος νῦν τροπικῶς ὁ θεῖος ἀπὸ τοῦ πολλαχοῦ δηλουμένου νέκταρος, ὡς ἀπὸ ἀμβροσίας ὁ ἀμβρόσιος, καὶ ἀπελεύσει τοῦ ι νεκτάρεος. Ἀργὴς δὲ ἑανός, ὥσπερ καὶ κεραυνός, ὁ λευκός. ἀργὸν γὰρ τὸ λευκόν. ὅθεν καὶ ἐπάργεμον πάθος ὀφθαλμοῦ, τὸ κοινῶς λεγόμενον λεύκωμα, ὥς που καὶ Αἰσχύλος παραδηλοῖ. Φαεινὸς δὲ ὁ λεπτός, ὡς καὶ μάστιξ λέγεται φαεινή. ἴσως δὲ καὶ ἐφερμηνευτικόν ἐστιν τοῦ ἀργής, ἵνα καὶ αὐτὸ δηλοῖ τὸν λευκὸν καὶ διαφανῆ. ὅτι δὲ καὶ κασσιτέρου ἐπίθετον ὁ ἑανός, ἀλλαχοῦ φανήσεται. (v. 388) Ὅτι τὸ ἀσκεῖν ἐπὶ ἐπιμελείας τῆς διὰ χειρῶν ὁ ποιητὴς τίθησι, οἷον «ἤσκει ἔρια» καὶ «πτύξασα καὶ ἀσκήσασα χιτῶνα». καὶ νῆμα δέ που ἀσκητὸν λέγει. ταὐτὸν δὲ τὸ κομεῖν καὶ τὸ ἀσκεῖν. διὸ εἰπὼν συνθέτως γραῖάν τινα εἰροκόμον, εἶτα κατὰ διάλυσιν Ἰωνικὴν ἐφερμηνεύων αὐτήν, [ἵνα μὴ νοήσῃ τις ἴσως εἰροκόμον, τὴν εἴρουσαν κόμας ἤτοι πλέκουσαν τρίχας,] φησίν· «ἥ οἱ ἤσκειν εἴρια καλά», ὡς ταὐτὸν ὂν εἰπεῖν εἴρια κομεῖν καὶ ἀσκεῖν. Ἰστέον δέ, ὅτι τὸ «ἤσκειν εἴρια» μετὰ τοῦ ν γράφουσιν οἱ παλαιοὶ καὶ μετὰ τὴν συναίρεσιν τοῦ ἤσκεε. δοκεῖ δὲ Ἰωνικῶς οὕτω λέγεσθαι, ὡς καὶ ἑτέρωθι ἔσται δῆλον. [Μάλιστα δὲ αὐτὸ καὶ τὰ κατ' αὐτὸ διευκρίνηται ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ὅπου περὶ τοῦ «ἦν» τρίτου προσώπου ἐγράφη ἐν τοῖς κατὰ τὸν μνηστῆρα Κτήσιππον.]