Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.679
Not analysed yet
πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, νήσῳ δ' ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ». καὶ ὅρα, ὡς ὁ ποιητὴς εὐμεθόδως παρέρριψεν ἐνταῦθα τὴν τοῦ Τρωϊκοῦ καταρκτικὴν πολέμου αἰτίαν, ἤγουν τὴν ἐξ ἔρωτος ὑπερβολικοῦ ἁρπαγὴν τῆς Ἑλένης. (v. 427) Ἰστέον δέ, ὡς ἡ Ἑλένη κλίνει τοὺς ὀφθαλμοὺς πάλιν, ὡς εἴρηται, οὐ μόνον ἀκκιζομένη ἢ θυμουμένη, ἀλλὰ καὶ ἐκκλίνουσα τὸν ἐξ ἐκείνου ἔρωτα. οἶδε γὰρ ἐκ τοῦ ὁρᾶν τίκτεσθαι τὸ ἐρᾶν. διὸ καὶ Εὐριπίδης φησίν· «Ἔρως, ὃς κατ' ὀμμάτων στάζεις πόθον». ὅθεν καλῶς ἂν ῥέειν λέγοιτο ἐς ψυχὴν ἐκεῖθεν καθά τις ὕστερον ῥήτωρ ἔφρασεν. Ἔστι δὲ ὄσσε πάλιν κλίνειν τὸ ἀποστρέφειν καὶ ὡς οἷον εἰπεῖν στραβίζειν. ἐπεὶ καὶ ἐκ τοῦ στρέφειν γίνεται καὶ ὁ στρεβλός καὶ ὁ στραβός κατὰ τὴν καὶ ἀλλαχοῦ κειμένην συγγένειαν τοῦ β καὶ τοῦ φ. Τὸ δὲ ὄσσε ὅτι διφορεῖται κατὰ γένος, προδεδήλωται. νικᾷ δὲ ἀρσενικοῦ εἶναι ἀπό τε τῆς πληθυντικῆς γενικῆς, ἣ καὶ παρ' Εὐριπίδῃ κεῖται ἐν τῷ «δι' ὄσσων ὄμμ' ἔχω δακρυρροοῦν», ἔνθα καὶ ζήτει διαφορὰν ὄσσων καὶ ὄμματος, καὶ ἀπὸ τῆς δοτικῆς τῶν πληθυντικῶν. οὔτε γὰρ ἐκεῖνο ὀσσέων ὀσσῶν, ὡς βελέων βελῶν, οὔτε τοῦτο ὄσσεσιν ὡς βέλεσιν, ἀλλὰ ὄσσοις καὶ ὄσσοισιν, ὡς ὄζοις καὶ ὄζοισιν. οὕτω δὲ διφορεῖται σὺν ἄλλοις καὶ τὸ ὄνειδος. ἔστι γὰρ καὶ ὁ ὄνειδος. τοιοῦτον καὶ τὸ ὁ σκότος καὶ τὸ σκότος καὶ ὁ ὄχος, [ἐξ οὗ παρὰ Σοφοκλεῖ τὸ «Βαρκαίοις ὄχοις» καὶ παρ' Ὁμήρῳ τὸ ὄχεα ἐκ τοῦ τὸ ὄχος, οὗ, φασί, καὶ δοτικὴ τῷ ὄχει. τῶν διφορουμένων δὲ καὶ ὁ ἔλεος καὶ τὸ ἔλεος, κατὰ δέ τινας καὶ ὁ θρῆνος καὶ τὸ θρῆνος.] (v. 428) Τὸ δέ «ἤλυθες ἐκ πολέμου» καλὸν μὲν καὶ εἴπερ ἐρωτᾶται, κάλλιον δέ ἐστιν ἀποφαντικῶς ἀναγνωσθέν, ὡς οἷα βαρυνομένης τῆς γυναικός, εἰ σέσωσται ὁ κακός. (v. 430) [Ἡ δὲ τοῦ Πάριδος ἀλαζονεία κατὰ τὸ εἰκὸς ἐνταῦθα ἱστόρηται. οὐ γὰρ ἀπίθανον αὐχεῖν κατὰ Μενελάου τὸν Πάριν, ὡς ἂν ὑπὸ Ἑλένης φιλοῖτο.] (v. 431) Τὸ δέ «σῇ τε βίῃ» πρὸς διαστολὴν εἴρηται τῆς ἑτέρωθεν δυνάμεως. διὸ καὶ ἐν τῷ χερσὶ καὶ ἔγχεϊ προσυπακουστέον τὸ σαῖς καὶ τὸ σῇ, ὡς τοῦ Πάριδος οἰκείαις μὲν χερσὶ καὶ οἰκείῳ ἔγχεϊ μὴ φερτέρου ὄντος, εἴγε ἀντίβιον μάχεται, δι' ἀλλοτρίων