Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.680
Not analysed yet
μέντοι ὑπερφέροντος. (v. 434) Ξανθὸν δὲ τὸν Μενέλαον ἡ Ἑλένη λέγει παραλαλοῦσα ὡς οὐ μόνον ἀρηΐφιλός ἐστιν, ἀλλὰ καὶ καλὸς οὐδὲν ἧττον Ἀλεξάνδρου. ἔπαινος δὲ κόμης παρὰ τοῖς παλαιοῖς τὸ ξανθόν. διὸ καὶ ἡλιώδης κόμη καὶ ἡλιῶσα ἡ τοιαύτη καὶ χρυσέα δέ, καὶ ὁ ταύτην ἔχων χρυσεοκόμας. ἡ δέ γε κωμῳδία ἔστρεψεν ἄλλως τοῦτο. Πυρρίαι γοῦν ἐξ ὀρθοῦ οἱ δοῦλοι παρὰ τοῖς Κωμικοῖς, ὡς τοιοῦτοι μάλιστα ὄντες. οὕτω δὲ καὶ Ξανθίαι οἱ αὐτοί. Ποσειδῶνα δὲ κοσμεῖ τὸ τῆς χαίτης κυάνεον, καί που καὶ τὸν Δία, ᾧ καὶ τὰς τῆς κεφαλῆς τρίχας ὡς καὶ τὰ κατὰ τὴν ὀφρῦν κυανέας εἶναι εἰκός. (v. 435) Τὸ δέ «πόλεμον πολεμίζειν» Ἀττικῶς ἔχει συμπαρακείμενον τῷ ῥήματι τὸ ἐξ αὐτοῦ ὄνομα. (v. 436) Ἀφραδέως δέ, ὅ ἐστι κακοβούλως, τὸν Πάριν μάχεσθαι ἡ γυνὴ λέγει ὡς ἀντίβιον πολεμίζοντα δέον ὂν ἄλλως πολεμεῖν αὐτὸν καὶ μὴ κατ' ἀντιπρόσωπον. (v. 438) Τὸ δέ «θυμὸν ἔνιπτε» παρελκόντως ἔχει τὸ θυμόν, οἷα καὶ χωρὶς αὐτοῦ ἐντελῶς ἐχούσης τῆς ἐννοίας, ὡς δηλοῖ καὶ ἀνωτέρω ῥηθὲν τὸ «πόσιν δ' ἠνίπαπεν», ἤγουν ἐπέπληξε, «μύθῳ». ἔνθα πάλιν παρέλκει τὸ μύθῳ, εἴπερ αὐτόχρημα ἐνίπτειν ἐστὶ τὸ ἔπεσιν ἐπιπλήττειν. καὶ ἄλλως δὲ εἰπεῖν, τὸ «μή με θυμὸν ἔνιπτε» ὅμοιόν ἐστι τῷ «τί δέ σε θυμὸν ἵκετο πένθος» καὶ τοῖς ὁμοίοις, περὶ ὧν προείρηται. (v. 440) Ἐν δὲ τῷ «κεῖνον δ' αὖτις ἐγώ» κατὰ κοινοῦ νοεῖται τὸ νικήσω, σιγηθὲν ἴσως ὑπὸ τοῦ Πάριδος, ἵνα μὴ γελοῖος τῇ ἐρωμένῃ δόξῃ, ὡς τὸ μὲν ἐνεστὼς προέμενος, εἰς δὲ τὸ μέλλον θαρρῶν, ὅπερ ἴσον ἀπραξίᾳ λέγεται. παραμυθία δὲ ὅμως τοῦ τοιούτου λόγου τὸ «παρὰ γὰρ θεοί εἰσι καὶ ἡμῖν», ὡς μὴ ἀδύνατον ὂν νικῆσαι καὶ αὐτὸν κατὰ τὸν Μενέλαον ἢ καὶ πλέον ἐκείνου, εἴγε Μενέλαος μὲν ἐνίκησε σὺν Ἀθήνῃ τῇ μιᾷ, Ἀλέξανδρος δὲ σὺν θεοῖς. καὶ μὴν ἔχει καὶ αὐτὸς ἀκοῦσαί ποθεν τό· σὺν θεοῖς μάχου καὶ αὐτὸς καὶ μὴ φεῦγε, καθ' ὁμοιότητα τοῦ «σὺν Ἀθηνᾷ καὶ τὴν χεῖρα κίνει». δύναται δὲ τὸ ῥηθὲν φρασθὲν ἑνικῶς εὐσεβῶς ἔχειν, οἷον· «παρὰ γὰρ θεός ἐστι καὶ ἡμῖν». τὸ δὲ ὅλον παραμυθητικὸν ἔσται ποτὲ ἡττημένου τινός, διὰ παρῳδίας· οἷον «νῦν μὲν ὁ δεῖνα ἐνίκησε, κεῖνον δ' αὖτις ἐγώ, παρὰ γὰρ θεός ἐστι καὶ ἐμοί». (v. 441) Τὸ δὲ τραπείομεν ἢ ἀντὶ τοῦ μεταβληθῶμεν,