Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.681
Not analysed yet
μετατραπῶμεν ἐκ μίσους τοῦ νῦν εἰς φιλίαν, ὡς ἀπὸ τοῦ τρέπω, ἢ μᾶλλον ἀπὸ τοῦ τέρπω, ἀντὶ τοῦ τερφθῶμεν, ἡδυνθῶμεν τῇ φιλότητι, ὃ διασαφῶν ἐπάγει τὸ εὐνηθέντες πρὸς διαστολὴν ἑτεροίας φιλότητος. τὸ δ' αὐτὸ καὶ μετ' ὀλίγα σαφέστερον φράζει ἐν τῷ «ἐμίγην φιλότητι καὶ εὐνῇ». (v. 442) Τὸ δέ «οὐ γάρ πώ ποτέ με ὧδε ἔρως φρένας ἀμφεκάλυψε» παραφράζων ἑτέρωθι διὰ τοῦ Διὸς ὁ ποιητής φησιν· «οὐ γάρ πώ ποτέ με ὧδε ἔρως θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν». ἄδηλον δ' ἐνταῦθα, εἴτε διὰ τοῦ ο μικροῦ γράφεται ὁ ἔρος Αἰολικῶς, ὡς ἐν τοῖς μετὰ ταῦτά που κεῖται παρὰ τῷ ποιητῇ, εἴτε καὶ διὰ τοῦ ω μεγάλου Ἀττικῶς, [εἴπερ γράφεται «ὧδε ἔρως φρένας ἀμφεκάλυψε». εἰ δὲ γράφεται κατά τινας «ὧδε φρένας ἔρος ἀμφεκάλυψεν», ἡ τοιαύτη γραφὴ σμικρύνει τὸ ἔρος, οὗ αἰτιατικὴ τὸν ἔρον.] Τὸ δὲ ἀμφεκάλυψεν ἢ πρὸς νέφους εἴρηται ὁμοιότητα, καθὸ καὶ ὁ ἔρως τὸν τῆς ψυχῆς ἥλιον ζοφοῖ, ἢ ἐκ δικτύων μετῆκται, ἃ καταπετασθέντα καλύπτει τὰ ἁλισκόμενα, ἢ καὶ ἄλλως ἁπλῶς μετηνέχθη ἐκ τῶν ὁπωσοῦν κρυπτόντων τὸ καλυπτόμενον ἢ καὶ ἀφανιζόντων τέλεον. (v. 444) Τὸ δέ «ἔπλεον ἁρπάξας» παράκλησίς ἐστιν εἰς φιλότητα, εἴγε δι' αὐτὴν καὶ πλοῦ κίνδυνον ὑπέστη καὶ ἁρπαγὴν ἐτόλμησε. Τὸ δέ «ἐν ποντοπόροισι νέεσσιν» οὐ περιττῶς κεῖται, ἀλλὰ δοκεῖ διαστολὴν ἔχειν τοῦ μετὰ ἁλιάδων ἢ σχεδιῶν πλέειν. (v. 445) Ὅρα δὲ καί, ὅτι κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν οὐκ ἐν Σπάρτῃ τὴν ἀρχὴν ἐμίγη Ἀλέξανδρος τῇ Ἑλένῃ σπεύδων, ἵνα μὴ καταφανὴς γένηται, ἀλλ' ἐν κραναῇ νήσῳ. ἄδηλον δέ φασιν, εἴτε κύριον τῆς νήσου τὸ ὄνομα διὰ τὸ κρανθῆναι ἤτοι τελειωθῆναι ἐπ' αὐτῆς τὸν γάμον, εἴτε τραχεία ἐπιθετικῶς εἴρηται. τινὲς δὲ νοοῦσι τὰ Κύθηρα, νῆσον Ἀφροδίτης ἱεράν, οἱ δὲ τὴν λεγομένην νῆσον Ἑλένην, πρὸς τῇ Ἀττικῇ οὖσαν, ἐγγυτάτω τῆς Κέω κατὰ τὸν Γεωγράφον, ἀπὸ τῆς Ἑλένης ὁμωνύμως κληθεῖσαν, διότι ταύτης πρῶτον ἐπέβη ὅτε ἡρπάγη. ἔστι δὲ περιμήκης ὅσον ἑξήκοντα σταδίους. (v. 446) Τὸ δὲ ἔραμαι χρηστόν ἐστι καὶ Ἀττικοῖς, ὡς ἀπὸ τοῦ ἐράω ἐρῶ, καὶ