Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.682
Not analysed yet
οὐκ ἄν τις ῥᾷον δείξῃ, ὅτι κατὰ τὸ ἵσταμαι γίνεται. Τὸ δέ «καί με γλυκὺς ἵμερος αἱρεῖ» περιφραστικόν ἐστι τοῦ ἔραμαι, ὡς καὶ ἀνωτέρω τὸ παύεσθαι περιεφράσθη διὰ τοῦ «μηδὲ ξανθῷ Μενελάῳ ἀντίβιον πόλεμον πολεμίζειν». ὁ δὲ γλυκὺς ἵμερος εἴη ἂν καὶ δριμὺς κατὰ πολυωνυμίαν ῥητόρων, παρ' οἷς ἡ δριμύτης ἐπίτασίς ἐστι γλυκύτητος. ἴσως δὲ καὶ διαστολὴν ἡ λέξις δηλοῖ ἑτεροίου ἱμέρου μὴ γλυκέος. [πρὸς δὲ ταῦτα ἑτεροιοῦσθαι δοκεῖ παρά τινος ῥηθὲν μεγάλου σοφοῦ τὸ «τὰς κόρας ἀλγηδόνας ὀφθαλμῶν εἶναι», ὃ καὶ ὑπ' εὐθύνην πίπτει. πῶς γὰρ ἀλγυνοῦσιν ὀφθαλμοὺς αἱ γλυκὺν ἐμποιοῦσαι ἵμερον διὰ ὁράσεως;] Τὸ δὲ αἱρεῖ λέξις θηρατική, ἀκόλουθος τῷ ἀμφεκάλυψεν, ἵνα λέγῃ, ὡς ὁ ἔρως τοῖς κατ' αὐτὸν δικτύοις ἀμφικαλύψας εἷλε με, γλυκέως μέντοι. Ἰστέον δέ, ὅτι ὁ σχηματισμὸς τοῦ «οὐ γάρ πώ ποτέ με ὧδε ἔρως ἔσχε» κεῖταί που, ὡς εἴρηται, καὶ ἐν τοῖς ἑξῆς, ἔνθα καὶ τὸ «ὥς σεο νῦν ἔραμαι» καὶ ἑξῆς, ἀπαραποίητον ὅλον κεῖται, [καὶ ὅτι τὸ «οὐ γὰρ πώποτε» δύναταί τις φράσαι καὶ «οὐ γάρπω ποτέ» λόγῳ ἐγκλίσεως. διόπερ εὐλόγως προπαροξύνεται τὸ πώποτε, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται.] Καὶ ὅτι τῶν ἀνωτέρω γεγραμμένων τὸ μέν «ἀλλ' ἴθι νῦν προκάλεσσαι τὸν δεῖνα ἐξαῦτις» καὶ ἑξῆς, παρῳδηθήσεταί ποτε εἰς μαχητὴν ἀλόγιστον καὶ ἐφ' οἷς οὐ χρὴ φίλεριν. (v. 438) Τὸ δέ «μή με χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε» παραίτησίς ἐστι τοῦ μὴ ὀνειδίζεσθαι. (v. 447 s.) Ὅτι σώφρονος γαμικῆς ὁμιλίας φραστικὸν τὸ «ἔφη δὴ καὶ ἄρχε λέχοσδε κιών, ἅμα δ' εἵπετ' ἄκοιτις· τὼ μὲν ἂρ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν». [ἃ διαστέλλει πάντως ὁ ποιητὴς τῶν χαμαὶ στειπτῶν φυλλάδων, ἃς οἶδεν ὁ Σοφοκλῆς, καὶ τῶν λοιπῶν δὲ τοιούτων στιβάδων, αἷς ἡ ἐτυμολογία ἐκ τοῦ ἔστιβον δευτέρου ἀορίστου. ἐκεῖναι γὰρ λέχη μέν εἰσιν, οὐ τρητὰ δὲ κατὰ τὰς κλίνας καὶ τοὺς κλισμούς, ταὐτὸν δ' εἰπεῖν, κατὰ τὰ ἀνάκλιντρα.] (v. 449) Ὅτι θῆρα κατ' ἐξοχὴν