Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.683
Not analysed yet
ἐνταῦθα λέγει τὸν λέοντα ἐν τῷ «ἀν' ὅμιλον ἐφοίτα θηρὶ ἐοικώς». συντομωτάτη δὲ ἐπίτηδες καὶ ἀνεπεξέργαστος καὶ αὕτη παραβολὴ συντροχάζοντος οἷον τοῦ ποιητικοῦ λόγου τῷ Μενελάῳ ἰχνηλατοῦντι τὸν φυγάδα Πάριν καὶ σπεύδοντι. (v. 449—54) Ἰστέον δέ, ὅτι κακοῦ τινος ἀνδρὸς κρυπτομένου καὶ ἐν τῷ ψηλαφᾶσθαι μὴ εὑρισκομένου, ὃ δὴ νῦν ἐπὶ Ἀλεξάνδρου γίνεται, καλὸν εἰπεῖν τὸ «ὁ δεῖνα ἀν' ὅμιλον ἐφοίτα, εἴ που ἐσαθρήσειε τὸν δεῖνα, ἀλλ' οὔτις δύνατο δεῖξαι τότε· οὐ γὰρ φιλότητί γ' ἐκεύθανον, εἴ τις ἴδοιτο· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ», τουτέστιν ἐμισεῖτο ἴσα καὶ θανάτῳ. ἔνθα ὅρα καινὸν πρᾶγμα. ὁ μὲν γὰρ Πάρις μισεῖται, Ἑλένη δέ, δι' ἣν ἐκεῖνος ἐμισεῖτο, συγγνωμονεῖται. οὕτως ἦν αὐτὴ καλὴ καὶ τοῦτο ἦν τὸ ἐκπάγλως αὐτὴν ὑπ' Ἀφροδίτης φιλεῖσθαι. ἴσως δὲ καὶ κολακικῶς αὐτὴ καθομιλοῦσα τοὺς καιροὺς ἐδημαγώγει τοὺς πολλούς. ὅρα δὲ τὸ κηρί παρισούμενον μὲν πρὸς τὸ θηρί, λανθάνον δὲ διὰ τὸ μὴ ἐγγὺς κεῖσθαι, ἀλλὰ μετὰ στίχους τέσσαρας. καὶ εἶχε μὲν ὁ ποιητὴς παραθεῖναι ἄμφω κάλλους χάριν, ὤκνησε δὲ διὰ τὸ μὴ καίριον. (v. 453) Τοῦ δὲ ἐκεύθανον ἡ ἐκ τοῦ κεύθω παραγωγὴ λόγῳ μὲν πεζῷ ἀσυντελής, δακτυλικῷ δὲ μέτρῳ χρηστή. (v. 456) Ὅτι Ὁμήρου καὶ νῦν εἰπόντος «Τρῶες καὶ Δάρδανοι» φασὶν οἱ παλαιοὶ εἰς δύο διῃρῆσθαι τὴν τῶν Τρώων ἀρχὴν ἀπὸ Ἀσσαράκου καὶ Ἴλου ἀνέκαθεν, ὕστερον δὲ κληθῆναι τὸ μέν τι μέρος ἀπὸ τοῦ Δαρδάνου, τὸ δ' ἐκ τοῦ Τρωός. ὅτι δὲ οἱ Δάρδανοι καὶ Δαρδάνιοι τετρασυλλάβως λέγονται κατὰ τὴν κίνησιν τοῦ Αἰτωλός Αἰτώλιος, ὀρθός ὄρθιος καὶ τῶν ὁμοίων, καὶ ἐν τοῖς ἑξῆς που δηλωθήσεται. (v. 457—60) Ὅτι Ἀγαμέμνων ἀφανοῦς γενομένου, ὡς ἐρρέθη, τοῦ Πάριδος «νίκη μὲν δή», φησί, «φαίνεται ἀρηϊφίλου Μενελάου, ὑμεῖς δ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ ἔκδοτε καὶ τιμήν», ὅ ἐστι ποινήν, «ἀποτινέμεν, ἥν τιν' ἐπέοικεν», ὡς τῷ Ἀλεξάνδρῳ ἤρεσε, καθὰ καὶ προγέγραπται. καὶ ἔδει μὲν ἐπὶ τούτοις τοὺς περὶ Ἀλέξανδρον ἀντιθήσειν τὰ αὐτοῦ τοῦ Ἀγαμέμνονος ῥητὰ εἰπόντος· «εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ» καὶ τὰ ἑξῆς, καὶ οὕτω γενέσθαι ἀντινομίας δίκην, ὡς προδεδήλωται. ἀλλ' ὁ Πάνδαρος φθάσας τοξεῦσαι τὸν Μενέλαον, ὡς μετ' ὀλίγα φανεῖται, συγχέει τὰ πράγματα οὕτω τοῦ Ὁμήρου διασκευάσαντος, ἵνα μή, ἐν οἷς οὐ δέον ἐστί, δικανικὰ παρενείρῃ καὶ ἀνειμένην τὴν ποίησιν ἀπεργάσηται καὶ χαλάσῃ τὸ σύντονον. (v. 457) [Ἔστι δὲ τὸ φαίνεται οὐ διστακτικόν, ὡς ἀντὶ τοῦ ἔοικεν, ἀλλὰ μάλιστα βεβαίωσιν δηλοῖ, εἰλημμένον ἀντὶ τοῦ φανερόν ἐστι καὶ ἐκφανές.