Ancient Greek · ~3 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.684
Not analysed yet
τοιοῦτον καὶ ἐν Ὀδυσσείᾳ τὸ «τὰ ὑμέτερα ἀεικέα ἔργα φαίνεται».] (v. 458) Σημείωσαι δέ, ὅτι τὸν μὲν Μενέλαον πολλάκις ἀρηΐφιλον εἶπεν ὁ ποιητὴς διά τε τοῦ Ἕκτορος καὶ τοῦ Πριάμου καὶ ἄλλων, τὸν δὲ Ἀλέξανδρον οὐδαμοῦ, ἀλλὰ μόνον θεοειδῆ, τὴν δὲ Ἑλένην Ἀργείαν λέγει, ὡς εἴ τις εἴπῃ Πελοποννησίαν. Ἄργος γὰρ καὶ ἡ ὅλη Πελοπόννησος, ὡς πολλαχοῦ δεδήλωται. οὕτω δὲ καὶ τὴν Ἥραν ἐν τοῖς ἑξῆς λέγει. (v. 459) Τὸ δὲ ἔκδοτε ταὐτόν ἐστι τῷ ἀπόδοτε, ἤγουν χρεωστικῶς δότε. τοιοῦτον γὰρ κυρίως τὸ ἀποδοῦναι. ὅρα δὲ καί, ὡς τὸ ἀποτινέμεν ἐπενεχθὲν μετὰ πληθυντικόν, τὸ ἀπόδοτε, δείκνυσι φανερῶς ταὐτίζεσθαί ποτε τοῖς προστακτικοῖς τὰ ἀπαρέμφατα. τὸ γὰρ ἀποτινέμεν ταὐτόν ἐστι τῷ ἀποτίνετε. τοῦτο δὲ καὶ τρόπος ἐτυμολογίας ἐστίν, ὡς καὶ προεδηλώθη. ἀπὸ γὰρ τοῦ τίνειν ἡ ῥηθεῖσα τιμὴ γίνεται.