Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.685
Not analysed yet
ΕΚ ΤΩΝ ΤΗΣ ΔΕΛΤΑ ΡΑΨΩΙΔΙΑΣ Ὅτι ἔμμετρος ἐπιγραφὴ τοῦ γράμματος τούτου αὕτη· Δέλτα· θεῶν ἀγορή, ὅρκων χύσις, Ἄρεος ἀρχή. κοινὴ δὲ ἥδε· ὁρκίων σύγχυσις καὶ ἐπιπώλησις Ἀγαμέμνονος. οἱ δὲ Σχολιασταὶ πολλαχοῦ μέμνηνται καὶ χωρίς τινος προσθήκης τῆς ἐπιπωλήσεως, οἷον «ὅτι φησὶν ὁ ποιητὴς ἐν τῇ Ἐπιπωλήσει», ἤγουν ἐν τῇ δʹ ῥαψῳδίᾳ. ἐκτείνουσι δὲ καὶ τὸ πω τῆς λέξεως ταύτης Ὁμηρικώτερον. ἐπιπώλησις δὲ καλεῖται ἡ δʹ ῥαψῳδίᾳ, διότι ἐν αὐτῇ ἐπιπωλεῖται στίχας ἀνδρῶν ὁ βασιλεύς. (v. 1—4) Ὅτι θεῖόν τι πρᾶγμα τὴν βουλὴν καὶ τὴν δημηγορίαν ὑποδεῖξαι θέλων ὁ ποιητὴς οὐ μόνον ἀνθρώπους βουλευομένους καὶ δημηγοροῦντας ποιεῖ, ἀλλὰ καὶ θεοὺς πολλαχοῦ πολιτικώτερον, ὡς καὶ ἐνταῦθα, καί πως μῖγμά τι βασιλείας καὶ δημοκρατίας ἡ ἐν θεοῖς ἀρχὴ φαίνεται, ὡς παρὰ Ἕλλησι. Τὸ μὲν γάρ· «ἡμεῖς δὲ φραζώμεθα» καὶ τὸ «παρὰ Διῒ καθήμενοι ἠγορόωντο» δημοκρατίας ἔργα, τὸ δὲ αὐτὸν τὸν Δία ποιεῖν, ἃ βούλεται ἀπάνευθεν ἄλλων, τοῦτο οὐκέτι δημοκρατίας ἐστί. καὶ ἑτέρως δὲ εἰπεῖν, ἐπεὶ ἀνθρωποπαθεῖς οἱ τῆς ποιήσεως θεοί, πλάττει καὶ αὐτοὺς οὐδέν τι τῶν μεγάλων πράττοντας δίχα τοῦ βουλεύσασθαι, ποτὲ μὲν ἐν ἀδείᾳ, ποτὲ δὲ καὶ ἐν συμποσίῳ, κατ' ἔθος καὶ τοῦτο παλαιόν τε καὶ σοφόν. ὡς καὶ ἐνταῦθα οἱ θεοί «πὰρ Ζηνὶ καθήμενοι», ὅ ἐστι πάρεδροι ὄντες τῷ Διΐ, «ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐῳνοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσιν ἀλλήλους δειδέχατο», βουλευόμενοι καὶ περὶ Τροίας. καὶ ἄλλως δὲ εἴωθεν ὁ ποιητὴς τὰ κατὰ πεπρωμένον τέλος γινόμενα εἰς βουλὴν Διὸς ἀνάγειν, ὅ ἐστιν εἰς τὸ τῆς εἱμαρμένης κῦρος. καὶ ἐνταῦθα οὖν τὴν τῶν ὅρκων σύγχυσιν καὶ τὴν τοῦ πολέμου αὖθις σύμμιξιν εἰς εἱμαρμένην ἀνάγων ποιεῖ τὸν Δία σὺν τοῖς θεοῖς βουλευόμενον τὰ ποιητέα. (v. 1) Ἰστέον δέ, ὅτι κατὰ τὴν ἀλληγορίαν θεοὶ καὶ ἐνταῦθα οἱ ἀστέρες, ἢ ἁπλῶς