Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.686
Not analysed yet
ἢ μόνοι οἱ πλάνητες, παρὰ τὸ θέειν. (v. 2) Ἥβη δὲ αὐτοῖς οἰνοχοεῖ, ἀναθυμίασις δηλαδὴ ἀκατάπαυστος καὶ ἀεὶ νεάζουσα. πόσις γὰρ οἷον ἄστρων αὕτη κατὰ Ἕλληνας, οἳ καὶ παρεδρεύουσι τῷ Διΐ, τουτέστι τῇ εἱμαρμένῃ, ὡς εἴρηται. κατὰ γὰρ ποιάν, φασί, τῶν ἄστρων διάθεσιν τὰ τῆς εἱμαρμένης συντελεῖται ἑδραίως καὶ ἀσφαλῶς. διὸ καὶ καθῆσθαι παρὰ τῷ Διῒ λέγονται, καίτοι ἄλλως παρὰ τὸ θέειν θεοί ἐτυμολογούμενοι. ὁ τοιοῦτος δὴ Ζεὺς καὶ ὁ περὶ αὐτὸν τοιοῦτος ἀθροισμὸς καὶ τῇ Τροίᾳ τὴν ἐκ παραβάσεως ὅρκων ἐπιπλέκουσιν ἢ ἐπικλώθουσιν ἅλωσιν, ἔτι δὲ καὶ ἄλλως εἰπεῖν, διὰ τῆς μονομαχίας ὁ πόλεμος διακέκοπται καὶ οἱ μὲν λαοὶ ἀμφοτέρωθεν ἄοπλοι κάθηνται, νενίκηται δὲ Ἀλέξανδρος καὶ ἡ νίκη τοῦ Μενελάου ἐστίν, ὡς καὶ ὁ Ζεὺς ἐπικρινεῖ, καὶ ἀνάγκη λοιπὸν ἢ ἐκδοθῆναι τὴν Ἑλένην, ὡς νενικημένου τοῦ Πάριδος, ἢ δίκην συστῆναι, ὡς μὴ καὶ πεφονευμένου αὐτοῦ. ἐπεὶ δὲ οὐ δυνατὸν πλασθῆναι γενέσθαι ταῦτα διὰ πολλοὺς λόγους, βουλεύεται ὁ ποιητής, πῶς ἂν εὐμηχάνως αὖθις συνάψῃ τὸ τῆς μάχης διασπασθὲν καὶ τοῦ εἰς νοῦν ἐκλαμβανομένου Διὸς πολλὰ ἐν τῷ ποιητῇ σκοπήσαντος, οὐδὲν αὐτῷ εὕρηται πιθανώτερον ἄλλο καὶ εὐπλαστότερον ἢ τὸ συγχεθῆναι τοὺς ὅρκους παρά τινος τῶν Τρώων. ἐπεὶ δὲ πάντες ἐμίσουν τὸν Ἀλέξανδρον ἶσα κηρὶ μελαίνῃ, ὡς προείρηται, ἐπιλέγεται εἰς τοῦτο τὸν κατάρατον Πάνδαρον. καὶ τοίνυν τοῦ Ἀγαμέμνονος ἀξιώσαντος δίκαια, οἱ μὲν ἄλλοι πάντες μέλλουσιν, ἀντειπεῖν οὐκ ἔχοντες, Πάνδαρος δὲ βάλλει λάθρᾳ τὸν Μενέλαον καὶ ἐπ' αὐτῷ προεξανίστανται τῶν Ἑλλήνων οἱ Τρῶες νομίσαντες, ὡς εἰκός, βασιλικὸν εἶναι τοῦτο βούλημα, καὶ οὕτω συνάγονται πιθανῶς εἰς πόλεμον τὰ στρατεύματα. καὶ ἐπ' ἀληθείᾳ μὲν ὁ ποιητὴς ἐν ἑαυτῷ κατὰ Δία νοῦν ἐβουλεύσατο, πῶς ἂν διασπάσας ἤδη τῇ μονομαχίᾳ τὴν μάχην αὖθις συναγάγῃ αὐτὴν καὶ πόλεμον κακὸν ἐγείρῃ καὶ φύλοπιν αἰνήν, διὰ δὲ τὸ σεμνότερον καὶ ὑψηλότερον πιθανότερόν τε καὶ εὐπλαστότερον εἰς θεοὺς ἀνάγει τὸ βούλευμα, οἱονεὶ λέγων, ὅτι οὐδὲν ἐκώλυε διὰ τῆς μονομαχίας ταύτης λυθῆναι τὴν μάχην καὶ φιλότητα ἐν ἀμφοτέροις γενέσθαι, εἰ μὴ ἄνωθεν κεκώλυτο βουλευσαμένων θεῶν, ἢ τῶν μυθικῶν ἢ τῶν τῆς ἀλληγορίας, ὡς εἴρηται. (v. 1) Ὁ δὲ Ζήν ἢ ῥηματικῶς ἔχει,