Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.687
Not analysed yet
ὡς ἀπὸ τοῦ ζῶ, ἢ ἐκ τοῦ Ζεύς παρωνόμασται. ἐν οἷς ὅρα, ὅτι, ἐπεὶ μήτε ἀπὸ τοῦ Ζήν Ζηνός προῆλθε πατρωνυμικὸν Ζηνίδης, μήτε ἀπὸ τοῦ Ζεύς Ζείδης κατὰ ἀναλογίαν ὁμοίως τῷ Ἀζεύς Ἀζείδης, ὃ ἐν τῇ Βοιωτίᾳ κεῖται, ὠκνήθη καὶ ἐκ τῆς Διός γενικῆς γενέσθαι Διΐδης, τύπῳ δὲ γέγονε τοπικῷ ἐκ τοῦ Διός ὁ Δῖος, ἵνα εἴη, ὡς Χίϊος Χῖος, ὁ ἀπὸ Χίου, οὕτω καὶ Δίϊος Δῖος, ὁ ἀπὸ Διός, ὡς εἴ τις εἴποι ἀπ' αἰθέρος ἢ οὐρανοῦ. ἔχει δὲ ἄλλως καὶ πατρωνυμίας χαρακτῆρα τὸ Δίϊος Δῖος κατὰ τὸ Τελαμώνιος Αἴας. ὅτι δέ, ὥσπερ Ζεύς Διός, παρὰ τὸ ζῶ ἢ παρὰ τὸ δεύω, ἔτι δὲ καὶ Ζήν Ζηνός, ὁμοίως δὲ καὶ Ζάν Ζανός κατὰ τὸ «βροντάτω μέγας Ζάν», οὕτω καὶ Ζάς ὁ αὐτὸς κατὰ τὴν αὐτὴν ἐτυμολογίαν, δηλοῦσιν οἱ παλαιοί. ὡς δὲ καὶ ὀξύνεται ὁ Ζάς καὶ τὸ ντ ἔχει ἐν τῇ γενικῇ, δῆλον ἐκ τοῦ παραδόντος, ὅτι, καθὰ Πράς Πράντος, ὄνομα ποταμοῦ καὶ πόλεως, καὶ Φθάς Φθάντος κύριον παροξυνόμενον μετοχικῶς ἐν τῇ γενικῇ κατὰ τὸ φάς φάντος, οὕτω καὶ Ζάς Ζάντος, ὃ σημαίνει τὸν Δία. (v. 4) Τὸ δὲ δειδέχατο, ἤγουν ἐδεξιοῦντο, ῥῆμα σύνηθες Ἰωνικόν, τὴν παρὰ τοῖς ὕστερον πρόποσιν δηλοῖ. προπίνουσι γὰρ ἀλλήλοις κατὰ τὸ καὶ παρὰ Ῥωμαίοις ἔθος οἱ ἀλλήλους δεπάεσσι δεξιούμενοι. (v. 3) Σημείωσαι δέ, ὅτι σεμνύνει τὸν χρυσὸν Ὅμηρος, οἷς καὶ εἰς οὐρανὸν αὐτὸν ἀνάγει, καὶ τὸν ἐν ἄλλοις πολύχαλκον διὰ τὸ στερεὸν ὧδε πολύχρυσον πλάττει διὰ τὸ καλόν, τό τε δάπεδον τοῖς θεοῖς ἀπὸ χρυσοῦ στρωννύων καὶ χρυσέοις αὐτοὺς λέγων πίνειν δεπάεσσιν. ἀλληγορικῶς μέντοι διὰ τοῦ χρυσέου μὲν δαπέδου τὸ ἀνέφελον δηλοῦται τοῦ ἄνω τόπου, ὡς ἐν Ὀδυσσείᾳ μάλιστα φαίνεται, διὰ δὲ τῶν χρυσέων ποτηρίων ὁ ἥλιος ἐμφαίνεται, ὃς τὰς ὑγρότητας ἀνάγει, δι' ὧν τὸ ἐκεῖ συμπόσιον τοῖς ἀλληγορουμένοις θεοῖς γίνεται. δι' οὗ καὶ ὁ ἄπονος βίος δηλοῦται τῶν μυθικῶν θεῶν καὶ ἀκάματος καὶ ἄφροντις, ἃ τοῖς περὶ γῆν οὔκ εἰσι. Τὸ δὲ χρυσοῖς δεπάεσσι δεξιοῦσθαι τοὺς θεοὺς ἀλλήλους τὰς συμπαθείας τῶν ἀστέρων δηλοῖ καὶ τὴν εἰς ἓν ἔστιν ὅτε σύμπνοιαν καὶ οἷον δεξίωσιν, δι' ἧς δοκοῦσι τὰ περὶ γῆν κατεργάζεσθαι. (v. 2) Ἰστέον δέ,