Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.688
Not analysed yet
ὅτι καὶ ὁ παρ' Εὐριπίδῃ Ζηνὸς πολύχρυσος οἶκος ἐκ τοῦ Ὁμηρικοῦ χρυσέου δαπέδου εἴληπται. ἔστι δὲ δάπεδον μὲν τόπος ἐγγὺς οἰκημάτων, αὐτὸς μὴ ἔχων οἰκήματα, ἢ τόπος ἐν πόλει ψιλὸς οἰκημάτων, ὡς δηλοῖ παρά τινι καὶ τὸ «περιφέρων τὴν ἀσπίδα, ἐπίχαλκον οὖσαν, προσίσχε τῷ δαπέδῳ ἐντὸς τοῦ τείχους», ἢ χωρίον ὁμαλὸν εἰς διατριβὴν ἀνεθέν, ὅπερ ἐν Ὀδυσσείᾳ καὶ τυκτὸν λέγει δάπεδον, ἐν ᾧ οἱ μνηστῆρες γυμνάζονται. δύναται δὲ κἀνταῦθα, ὥς που καὶ κατὰ Ὀδύσσειαν, τὸ ἐντὸς οἰκίας ἐμβαδὸν δάπεδον λέγεσθαι, ὡς μὴ μόνον αἴθριον, ἀλλὰ καὶ ὑπωρόφιον εἶναι δάπεδον. γίνεται δὲ παρὰ τὸ δᾶ, ὃ δηλοῖ Δωρικῶς τὴν γῆν, καὶ τὸ πέδον. γήπεδον μέντοι τὸ ἐν πόλει προκείμενον οἰκίας οἷον κηπίδιον. οἰκόπεδον δὲ οἰκίας καταρριφείσης ἔδαφος, ὅπερ κοινότερον καὶ ἐρείπιον οἱ ὕστερόν φασιν. Ἰστέον δέ, ὅτι, ὥσπερ ἰσοδύναμοι λέξεις τὸ δᾶ καὶ τὸ πέδον καὶ τὸ γῆ καὶ πέδον, οἷον «ὄμνυ πέδον γῆς» παρὰ Σοφοκλεῖ, ἀπετέλεσαν τὸ δάπεδον καὶ τὸ γήπεδον, οὕτω καὶ ἐπ' ἄλλων γίνεται ὁμοιοσήμων λέξεων. τὸ γοῦν ὄρω καὶ τὸ θύνω συνελθόντα τὸ ὀροθύνω συνέθηκαν, ὃ δηλοῖ τὸ διεγείρω, καὶ τὸ στρέφειν καὶ δινεῖν τὸ στρεφεδίνηθεν, καὶ τὸ καίειν καὶ πυροῦν τὸ καπυρόν, καὶ ἡ ἔρα καὶ γῆ τὸ ἔργον τὸ ἐπὶ γεωργίας, καὶ τὸ ἠλεόν καὶ μάταιον παρὰ Ὀππιανῷ τὸ ἠλέματον. ὁμοίως δὲ καὶ ἐκ τοῦ φιλεῖν καὶ τοῦ ἥδεσθαι τὸ φιληδεῖν γίνεται· καὶ ἐκ τοῦ πόπος καὶ ἄναξ, θείων λέξεων, ὡς προδεδήλωται, πόπανον τὸ θεῷ ἄνακτι καθοσιούμενον, ὡς ἐμφαίνει καὶ ὁ Κωμικός, καὶ ἐκ τοῦ κάσις καὶ γνωτός ὁ κασίγνητος τροπῇ τοῦ μακροῦ εἰς μακρόν· καὶ ἐκ τοῦ πρᾷος καὶ εὐμενής ὁ ἐν τῇ τραγῳδίᾳ πρευμενής· καὶ ἐκ τοῦ ἀπάγειν καὶ ἀπελαύνειν τὸ ψιλούμενον ἀγηλατεῖν· καὶ ἐκ τοῦ χύω καὶ χέω κατὰ τοὺς παλαιοὺς ὁ κυκεών· καὶ ἐκ τοῦ θροῦς καὶ βοή ὁ θόρυβος· καὶ ἐκ τοῦ μόρος καὶ φόνος ὁ ἐν τῇ ωʹ ῥαψῳδίᾳ μόρφνος αἰετός· καὶ ἐκ τοῦ χρέος καὶ ὀφειλή