Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.689
Not analysed yet
ὁ χρεωφειλέτης· καὶ ἐκ τοῦ πτίσσειν καὶ αἰνεῖν, ταὐτοδυνάμων λέξεων, ὥς φησι Παυσανίας ἐν τῷ αὐτοῦ Λεξικῷ, ἡ πτισσάνη· καὶ ἐκ τοῦ ἄττειν καὶ ἅλλεσθαι κατά τινας τὸ ἀττάλλειν· καὶ ἐκ τοῦ θορεῖν καὶ ἀΐσσειν ὁ Θράϊξ· καὶ ἐκ τοῦ καίειν καὶ δαίειν Κανδάων, ὁ Ἄρης, διὰ τὴν καυστειρὰν μάχην τὴν καὶ δηΐδα· καὶ ἐκ τοῦ φονεύειν καὶ κτείνειν τὸ φονοκτονεῖν· καὶ ἐκ τοῦ δονεῖν καὶ πάλλειν τὸ δνοπαλίζειν· καὶ ἐκ τοῦ ἱκέσθαι καὶ θύειν ὁ ἰχθύς· καὶ ἐκ τοῦ ἄρχειν καὶ ἡγεῖσθαι ὁ ἀρχηγός· καὶ ἀπὸ τοῦ χέειν, ῥέειν, νάειν, ὁ χρόνος· καὶ ἐκ τοῦ νάειν καὶ ῥέειν ὁ Νηρεύς· καὶ ἐκ τοῦ σύεσθαι, ἤγουν ὁρμᾶν, καὶ τοῦ κίειν ἡ συκῆ· [ἐκ τῶν αὐτῶν δὲ κατὰ τοὺς παλαιοὺς καὶ ὁ σικυός κατὰ μετάθεσιν ἢ τροπὴν διχρόνων. οὕτω δὲ καὶ ἐκ τοῦ θῶ, τὸ τίθημι, καὶ τοῦ θῶ, τὸ θηλάζω, τήθη ἡ ἐντιθεῖσα ἔνθεσιν, ἤγουν τροφήν, τῷ θηλάζοντι βρέφει· καὶ ἀπὸ τοῦ τείρω καὶ ἔδω τερηδών, ζωΰφιον ἐμφυόμενον ὀστοῖς καὶ ξύλοις καὶ ὅσοις τοιούτοις κραύροις ἐμφύονται σώμασι τοιαῦτα θηρίδια, ὧν εἶδος καὶ οἱ ἐν Ὀδυσσείᾳ ἶπες.] Ἔτι ὁμοίως καὶ ἐκ τοῦ ἐναίρειν καὶ κτείνειν ἐναροκτάντας ὁ θάνατος. τοιοῦτον δὲ καὶ ἡ Ὁμηρικὴ Ἁλοσύδνη καὶ ἡ τοῦ Καλλιμάχου Ὑδατοσύδνη· ὀνόματα δὲ ταῦτα Νηρηΐδων. [οὐκ ἀπέοικε δὲ τῶν τοιούτων οὐδὲ ὁ Ὠραπόλλων, ἀνὴρ λόγιος, οὗ ἡ σύνθεσις ἐκ τοῦ Ὦρος καὶ Ἀπόλλων, ἃ καὶ ἄμφω ἐπίθετά εἰσι Φοίβου. συμφωνεῖ δὲ καὶ τὸ μυθολογεύειν, ὅπερ ἐστὶ μυθεῖσθαι καὶ λέγειν· ἤδη δὲ καὶ τὸ λογολεσχεῖν, λόγος γάρ τις καὶ ἡ λέσχη ἐστι.] Τὴν δὲ τοιαύτην σύνθεσιν παρεισήγαγεν ὁ ἐκ παραλλήλου σχηματισμός, ὃς ἢ ἐννοίας ὁμοίας