Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.690
Not analysed yet
ἀλλήλαις ἐπιστοιβάζει, οἷον ὁ μέγας βασιλεὺς ἦλθεν, ὁ τρισμέγιστος ἄναξ παραγέγονεν, —ἄμφω γὰρ τὰ κῶλα ταῦτα ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῦσι νόημα—ἢ λέξεις ἰσοδυνάμους παραλληλίζει, οἷον τυχὸν ἴσως οὕτω γέγονε, καὶ λίαν πάνυ ταχέως καὶ ὅσα τοιαῦτα. ἐκ δὲ τῆς τοιαύτης τῶν λέξεων παραθέσεως ἐπενοήθη καὶ ἡ τοῦ ῥηθέντος δαπέδου καὶ τῶν ὁμοίων αὐτῷ σύνθεσις. οἱ δὲ θερμότεροι καὶ ταὐτοφώνους λέξεις οὕτω συνέθεντο. τοιοῦτον γὰρ τὸ φιλόφιλος καὶ τὸ φαυλεπίφαυλος καὶ εἴ τι ἄλλο οὕτω σύγκειται, ὡς καὶ τὸ πάμπαν ἐπίρρημα. καὶ τοῦτο μὲν οὕτως ἁπλούστερον. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν τεχνικώτερον, ὅτι αἱ παράλληλοι λέξεις ἢ σύγκεινται ἢ παράκεινται. ἄμφω δὲ ταῦτα ἢ ἐκ ταὐτότητος γίνεται ἢ ἐξ ὁμοιότητος. οἷον ἐκ ταὐτότητος μὲν παραλληλισμὸς ἐν συνθέσει μὲν τὸ πάμπαν, ἐν παραθέσει δὲ τὸ πάνυ πάνυ καὶ πάλαι πάλαι παρὰ τῷ Κωμικῷ, καὶ ἔλακεν ἔλακε παρ' Εὐριπίδῃ καὶ ὅσα τοιαῦτα. ἐκ δὲ ὁμοιότητος λέξεων παραλληλισμὸς ἐν συνθέσει μὲν τὸ γήπεδον καί, ὅσα τοιαῦτα πρὸ βραχέων ἐρρέθη, ἐν παραθέσει δὲ τὸ λίαν πάνυ καὶ τυχὸν ἴσως καὶ τὰ ὅμοια. λέγομεν δὲ ἐν ταὐτότητι μὲν τὰ καὶ τῇ φωνῇ καὶ τῷ νοήματι τὰ αὐτά, ἐν ὁμοιότητι δὲ τὰ τῇ προφορᾷ μὲν ἀνόμοια, τῇ σημασίᾳ δὲ ὅμοια, μάλιστα δὲ ταὐτοδύναμα. Σκοπητέον δὲ καί, μήποτε τὸ ἐνταῦθα δάπεδον τοῦ Διὸς ὅμοιόν ἐστι τῷ αὐλή, ὅπερ ἐν Ὀδυσσείᾳ φησὶν Ὅμηρος εἰπών· «Ζηνός που τοιήδε γ' Ὀλυμπίου ἔνδοθεν αὐλή». (v. 2 s.) Ἥβη δὲ οἰνοχοεῖν λέγεται νέκταρ τοῖς ἄνω οὐ κατὰ τὸν ἐπὶ Ἡφαίστῳ ἐν τῇ αʹ ῥαψῳδίᾳ λόγον, ἀλλὰ διὰ τὸ ἀγήρω καὶ ἀεὶ νεάζοντα εἶναι τὰ θεῖα καὶ οἷον ἡβάσκοντα. κύριον δὲ μυθικῶς ὄνομα ἐνταῦθα ἡ Ἥβη, θυγάτηρ Ἥρας Ἡρακλεῖ συνοῦσα. ἑτέρως μέντοι πρὸς ἀλήθειαν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀνθρώπου ἡλικίαν ἡ λέξις δηλοῖ, ὅτε τριχοῦνται αὐτῷ τὰ ἐκ νέων ἄτριχα. διὸ καὶ ἀπότριχες ἐλέγοντο οἱ ἄνηβοι. [Ἐκ τοῦ ἥδω δέ, ὅ ἐστιν