Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.691
Not analysed yet
εὐφραίνω, ἡ ἥβη· χαρίεσσα γὰρ ἡ τοιαύτη ἡλικία καὶ ἡδεῖα κατὰ τὸ «οὗ περ χαριεστάτη ἥβη». ἀφ' ἧς καὶ τὰ ἱστορούμενα ἐνηβητήρια καὶ τὸ ἡβηδὸν ἐπίρρημα καὶ τὸ ἡβῶ ἡβήσω, καὶ ἡβάσω δέ, ἐξ οὗ τὸ ἡβάσκω προσλήψει τοῦ κ, καὶ ἡ ἐν Ὀδυσσείᾳ πρωθήβη καί, ὅσα ἐκεῖ δηλοῦται, καὶ τὸ ἡβυλλιᾶν, τὸ παρὰ τῷ Κωμικῷ, καὶ τὸ ἐφήβαιον, οὗ πρόκειται ἥβη ἑτεροία, μέρος αὐτὴ δηλοῦσα σώματος.] (v. 3) Ἀττικὸν δὲ τὸ ἐῳνοχόει, ὡς καὶ τὸ ἑώρακε καὶ τὸ ἐωνημένος, ὁ ὠνησάμενος, καὶ ἄλλα μυρία. οἱ δὲ παλαιοὶ καὶ τοιαῦτά τινά φασιν, ὅτι, ὥσπερ ᾦγε καὶ ἀνέῳγεν, οἷον· «τὸν οὐ θεὸς ἄλλος ἀνῷγε» καί· «χήλου δὲ ἀπὸ πῶμα ἀνέῳγε» καὶ ἥνδανεν ἑήνδανεν, οἷον· «ἀλλ' οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε» καί· «οὐδ' Ἀγαμέμνονι πάμπαν ἑήνδανε» καί· «ὦσα παρέξ» καὶ «ἐπὶ στόμα ἔωσεν», οὕτως ἀλλαχοῦ μὲν ᾠνοχόει υἱὸς Μενελάου, νῦν δὲ Ἥβη νέκταρ ἐῳνοχόει. οὕτως Ἡρωδιανός. Ζηνόδοτος δὲ ἐνῳνοχόει γράφει διὰ προθέσεως. ὅρα δέ, ὅπως, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ πλατύτερον ἐρρέθη, ἐπὶ νέκταρος οὐκ εὐκαίρως εἶπε τὸ οἰνοχοεῖν, ἀλλὰ ἁπλῶς καὶ νῦν ὡς λέξιν συμποσιακήν, ὡς εἴ τις εἴποι· ἐδίδου νέκταρ πιεῖν οἷά τινα οἶνον. οὐχ' οὕτω δὲ ἄν τις εἴποι καί, ὅτι ὕδωρ ἐῳνοχόει. τοῦτο μὲν γὰρ οὐκ ἔχει βοήθειαν, τὸ δὲ Ὁμηρικὸν ἔχει πολλάς. τὸ δὲ νέκταρ πίνεται κατὰ μῦθον, ὥσπερ αὖ πάλιν ἡ ἀμβροσία ἐσθίεται. καὶ ἔστιν αὕτη μὲν ἀναβαίνουσα ῥοή, κάτωθεν δηλαδή, ἐκεῖνο δὲ μὴ καταρρέουσα ὑγρότης, ἀλλὰ δαπανωμένη ἄνω, ὑφ' ἧς οἱ ἀστέρες τρεφόμενοι διαγίνονται. ἢ καὶ ἄλλως, νέκταρ καὶ ἀμβροσία αἱ ἐκ γῆς ἀναβαίνουσαι ῥοαὶ ὑγραὶ καὶ αὖθις νέον καταρρέουσαι, ἀφ' ὧν καὶ οἱ ἀστέρες δοκοῦσι τρέφεσθαι. ὃ δὴ καὶ Ὠκεανὸς κύκλῳ ῥέων ὑπὸ τῶν παλαιῶν νενόηται καὶ ὑφ' Ὁμήρου Ὠκεανὸς θεῶν γένεσις λέγεται. Ὅτι δὲ τὸ νέκταρ ἐτυμολογεῖται καὶ παρὰ τὸ νέον ἀεὶ κτέαρ εἶναι, καὶ εἴ τι ἄλλο ἄξιον