Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.692
Not analysed yet
λόγου, καὶ ἀλλαχοῦ δηλοῦται, ὥσπερ καὶ τὸ θείας εἶναί τινας λέξεις τὸ νέκταρ καὶ τὴν ἀμβροσίαν. διὸ καὶ πολλὰ τῶν καλῶν σωμάτων τε καὶ πραγμάτων ἐκεῖθεν παρωνυμοῦνται. λόγος οὖν ἀμβρόσιος καὶ νὺξ ἀμβροσία καὶ ἀμβρόσιαι χαῖται καὶ ἀμβρόσιον στόμα παρ' Εὐριπίδῃ καὶ νεκτάρεος ἑανός καὶ χιτών καὶ οἶνος δέ, κατὰ τὸ «ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ». Φασὶ δὲ οἱ παλαιοὶ παρθένων ἔργον εἶναι τὸ οἰνοχοεῖν καὶ ἀνδρῶν δὲ νέων, ὧν καὶ τὸ ὑπηρετεῖν. ὅθεν καὶ παῖδες οἱ δοῦλοι καὶ παιδίσκαι διὰ τὸ τῆς παιδικῆς ἡλικίας ὑπηρετητικόν. (v. 6) Ὅτι ὥσπερ ἐκ τοῦ βάλλειν μετὰ τῆς ὑπο προθέσεως γίνεται τὸ ὑποβλήδην, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ κεῖται, [καὶ μετὰ τῆς ἀνα προθέσεως τὸ «ἀμβλήδην γοόωσα», ὡς ἐκ τοῦ μουσικῶς ἀναβάλλεσθαι κατὰ τὸ «ἀνεβάλλετο καλὸν ἀείδειν»,] οὕτω καὶ ἐνταῦθα τὸ παραβλήδην, ὃ δηλοῖ τὸ ἐκ παραβολῆς καὶ συγκριτικῶς. φησὶ γάρ, ὅτι αὐτίκ' ἐπειρᾶτο Ζεὺς ἐρεθιζέμεν Ἥρην κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων. (v. 7—12) Ὁ δὲ λόγος τῆς παραβολῆς, ἤγουν συγκρίσεως, ἦν, ὅτι «δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων, Ἥρη τ' Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη· ἀλλ' ἤτοι «ταί», ἤγουν αὗται, ὑμεῖς, «νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον, τῷ δ' αὖτε φιλομειδὴς Ἀφροδίτη», μία δηλαδὴ αὐτῷ ἀρηγὼν οὖσα, «αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει. καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι». ἔχει δὲ τὸ κέρτομον ὁ λόγος οὐ μόνον, διότι τὰς δύο συγκρίνει τῇ μιᾷ, ἀλλὰ καί, ὅτι ἐκείνων τῶν δύο ἡ μὲν τοῖς Ἀργείοις ἐπονομάζεται· Ἀργεία γὰρ λέγεται Ἥρα, διὸ καὶ ἐπικουρεῖν ἐκείνοις ὀφείλει. Ἀθηνᾶ δὲ ἀλκῆς καὶ μένους οὖσα ἐπώνυμος, ὅμως ἀγεννῶς ἐκθηλύνεται. Ἀφροδίτη δέ, ἡ φιλομειδής, κρεῖττόν τι ἔχει ἐκείνων. ὁ δὲ ῥηθεὶς λόγος παρῳδηθεὶς ἔσται ποτὲ χρήσιμος καὶ ἐπί τινος πλείονας μὲν ἔχοντος βοηθούς, χαύνους δέ. Ὅρα δέ, ὅτι ἡ σύγκρισις οὐκ ἀνδρειοτέραν τῶν δύο τὴν μίαν εἶναι συνάγει· πῶς γὰρ ἐὰν καὶ μόνη ἀλλαχοῦ Ἀθηνᾶ τὴν Ἀφροδίτην ἀχρείαν ἐκφαίνῃ καὶ Διομήδης δὲ συναιρομένης Ἀθηνᾶς βάλλῃ ἐκείνην; ἀλλ' ἡ ἀγωγὴ αὕτη τῆς συγκρίσεως ἐπιμελεστέραν ποιεῖ τῶν δύο τὴν μίαν, εἴπερ αὐταὶ μὲν χωρὶς κάθηνται, ἡ δὲ Ἀφροδίτη τῷ Ἀλεξάνδρῳ ἀεὶ παραμέμβλωκεν, ἤτοι παραμεμέληκε, καὶ διὰ φροντίδος γίνεται ἢ μάλιστα παραμεμόληκε καὶ ἐγγὺς