Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.693
Not analysed yet
μολεῖ· ἐγγύτητα γὰρ ἡ παρα πρόθεσις δηλοῖ, ὡς τὸ «οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι», ἤγουν ἐγγὺς τοῦ Διός. καὶ ἄλλως δὲ σαφέστερον καὶ συντομώτερον εἰπεῖν, ἡ ῥηθεῖσα παραβολή, ἤτοι σύγκρισις, ἐκ τοῦ μείζονος μέν ἐστι, λέγει δὲ ὡς δύο μὲν αἱ τοῦ Μενελάου, μία δὲ ἡ τοῦ Πάριδος. καὶ αὐταὶ μὲν σεμνῶς ὀνομάζονται, ἡ δὲ ἐκ τοῦ μειδιάματος. καὶ ὅμως αὐταὶ μὲν νόσφι κάθηνται τοῦ Μενελάου, ἡ δὲ ἀεὶ παρμέμβλωκε. καὶ αἱ μὲν θέας τέρψιν ποιοῦνται τὴν μάχην, ἡ δὲ ἀμύνει τὰς κῆρας τῷ Πάριδι. (v. 11) Ἰστέον δέ, ὅτι τὸ παρμέμβλωκε τρία σημαίνει, ἓν μὲν τὸ μεμέληκε καὶ φροντίδα ἔχει, καὶ γίνεται ἐκ τοῦ μέλω μελήσω μεμέληκα, καὶ συγκοπῇ μέμληκα, καὶ πλεονασμῷ τοῦ β διὰ καλλιφωνίαν καὶ τροπῇ τοῦ η εἰς ω μέμβλωκα. ἕτερον δὲ τὸ παραμεμόληκεν, ἤγουν παρῆλθεν, ὡς εἴ τις εἴποι, ὅτι παρμέμβλωκεν ἡ ἡμέρα, ἤγουν παρῴχετο. ἡ δὲ χρῆσις ἐν Ὀδυσσείᾳ καὶ γίνεται ἐκ τοῦ μολῶ μολήσω κατὰ τὸ αὐτὸ κανόνισμα. τρίτον δὲ τὸ παραμεμόληκε, τουτέστιν ἐγγύς ἐστιν, πάρεστιν, ὡς ἐνταῦθα φαίνεται. λέγει οὖν ἀντιθετικῷ σχήματι, ὡς ὑμεῖς μὲν νόσφι κάθησθε, ἡ δὲ ἀεὶ τῷ Ἀλεξάνδρῳ παρμέμβλωκεν, ἤτοι παρακολουθεῖ, ἐγγὺς οὖσα, οὐ νόσφι καθημένη. Σημείωσαι δέ, ὅτι ὁ Ζεὺς μὲν σεμνότερον φράσας ἐνέφηνε τὴν πρὸς τὸν Πάριν σχέσιν τῆς Ἀφροδίτης, ἡ Ἑλένη δὲ πρὸ τούτου θυμωθεῖσα παραλαλεῖ οὕτω διακεῖσθαι αὐτὴν πρὸς Ἀλέξανδρον, ὡς ἢ ἄλοχον εὐνοοῦσαν ἢ δούλην εὐλαβῶς ὑπείκουσαν. (v. 7) Τὸ δὲ ἀρηγών λέγεται μὲν καὶ ἀρωγός, γίνεται δὲ ἀπὸ τοῦ Ἄρης, ὥσπερ ὁ βοηθὸς ἀπὸ τῆς βοῆς, ὃ καὶ αὐτὸ τὴν μάχην ἔστιν ὅτε δηλοῖ, καθὰ καὶ ὁ Ἄρης. (v. 8) Ἀλαλκομενηῒς δὲ ὡς γίνεται ἀπὸ τοῦ ἀλαλκεῖν ἤτοι βοηθεῖν διὰ μένος, ἢ ἀπό τινος Ἀλαλκομενέως ἥρωος, ἢ ἀπὸ Ἀλαλκομενίου ὄρους, οἱ Ἐτυμολόγοι φασί. (v. 10) Τὸ δὲ φιλομειδής, ὅπερ Ἡσίοδος ἐκ τῶν τοῦ Κρόνου μηδέων ἐτυμολογεῖ, ὡς Βοιωτικῶς διὰ τῆς ει διφθόγγου τὴν παραλήγουσαν γράφεσθαι, διπλάζει τὸ μῦ διὰ μέτρον κατά τινα τῶν ἀντιγράφων, ὡς ἂν οὕτως ἡ τοῦ στίχου λαγαρότης μεστωθῇ πρὸς μέτρον ἄρτιον. (v. 11) Τὸ δὲ αἰεί τὴν παράμονον ἐπὶ τῷ Πάριδι φροντίδα τῆς Ἀφροδίτης δηλοῖ. Τὸ δέ «καὶ αὐτοῦ κῆρας ἀμύνει» διασαφητικόν ἐστι τοῦ παρμέμβλωκεν. ἐνθυμητέον δέ, ὅτι ἐκ τοῦ κῆρας