Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.694
Not analysed yet
ἀμύνειν ὁ κηραμύντης ὕστερον συντέθειται, ὁ αὐτὸς ὢν τῷ ἀλεξικάκῳ, ἵνα ὡς ἐκ τοῦ ἀμύνειν ἁπλοῦ ὁ Ἀμύντας τὸ κύριον, οὕτως εἴη ἐκ τοῦ κῆρας ἀμύνειν ὁ κηραμύντης, ὃν Σοφοκλῆς ἀλεξίμορον εἴποι ἄν. ἡ δὲ τοιαύτη ἀγωγὴ [καὶ τὴν παρ' Ἡσιόδῳ ἀλεξιάρην νειὸν καὶ τὴν χειμάμυναν χλαῖναν καὶ τὴν ἀλεξάνεμον, ἤδη δὲ καὶ] τὴν ἐκ τριχῶν μυιοσόβην συνέθετο. (v. 12) Τὸ δὲ ὀϊόμενον ἢ ἐνεργητικῶς κεῖται ἀντὶ τοῦ νομίζοντα, ἢ παθητικῶς ἀντὶ τοῦ νομιζόμενον. σημείωσαι δέ, ὅπως πάνυ δεξιῶς μεθοδεύει τὴν τῶν ὅρκων σύγχυσιν ὁ ποιητής, οὐκ ἐξ ἐπιταγῆς τοῦ ὁρκίου Διός, ὃς καὶ τῶν ὅρκων ταμίας ἐστίν, ἀλλ' ἐκ τοῦ κατὰ τὴν Ἥραν χόλου, ὃν ἐκ τοῦ ῥηθέντος κερτόμου ἐρεθισμοῦ αὐτὴ μετ' ὀλίγα πείσεται. Ἰστέον δὲ καί, ὅτι μεγάλης βοηθείας δηλωτικὸν τὸ «αἰεὶ κῆρας ἀμύνει καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι». (v. 13) Ὅτι οὐ μόνος Ἀγαμέμνων ἐπεψηφίσατο νίκην, ὡς εἴρηται, τῷ ἀδελφῷ Μενελάῳ, ἀλλ' ἰδοὺ καὶ ὁ Ζεὺς λέγων· «ἀλλ' ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου». καὶ ὅρα, ὡς ἀρηΐφιλον ὁ ποιητής, καθὰ προγέγραπται, καὶ διὰ τοῦ Διὸς καλεῖ τὸν Μενέλαον, ὥσπερ καὶ διὰ τοῦ Πριάμου καὶ ἑτέρων. (v. 14—6) Ὅτι βουλευτοῦ λόγος τὸ «ἡμεῖς δὲ φραζώμεθα, ὅπως ἔσται τάδε ἔργα». εἰ δὲ περὶ πολέμου καὶ εἰρήνης ἡ βουλή, οἰκεῖον καὶ τὸ ἐπαγόμενον· «ἢ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν ὄρσομεν ἢ φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν». προεκθετικῶς δὲ καὶ σκεπτικῶς ταῦτά φησιν Ὅμηρος μελετῶν τε, ὡς καὶ προερρέθη, πῶς μεταχειρίσεται τὰ ἑξῆς, καὶ ἅμα προαναφωνῶν τὴν Τρωϊκὴν ἅλωσιν. (v. 20) Ὅτι τὸ «αἳ δ' ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη» ἀντὶ τοῦ μεμυκόσι χείλεσι ποιὸν ἦχον διὰ τῆς ῥινὸς ἀπετέλεσαν δυσχεραίνουσαι. ἔστι δὲ μύζειν, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, τὸ τὴν φωνὴν τοῦ μῦ στοιχείου ἐκφωνεῖν. ἐκ δὲ τοῦ μύζειν καὶ ὁ μυκτὴρ λέγεται καὶ ὁ μυγμὸς καὶ τὸ μυχθίζειν παρά τε Αἰσχύλῳ καὶ ἄλλοις. οὕτω δὲ