Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.695
Not analysed yet
καὶ ἀπὸ τοῦ ῥῶ παρηχεῖται ὁ ῥοῖζος καὶ ἀπὸ τοῦ σίγμα ὁ σιγμός. [Ὅτι δὲ ἡ τοῦ μύζειν κίνησις καὶ τὴν μύτιν παράγει, ἧς χρῆσις ἐν τῷ Ἀθηναίῳ, ἔτι δὲ καὶ τὴν μύξαν, καὶ ἐν ἄλλοις δηλοῦται, καθὰ καὶ ὅτι μύξα οὐ μόνον περίττωμα τὸ ζωϊκόν, ἀλλὰ καί τις ἑτεροία, ἡ παρὰ τῷ Ὀππιανῷ γλαγόεσσα, καὶ ἡ τοῦ λύχνου δέ, ἣν καὶ μύκητά φαμεν, ἀφ' ἧς καὶ λύχνος δίμυξος παρά τινι Φιλυλλίῳ, ὥς φησιν ὁ αὐτὸς Ἀθήναιος.] (v. 21) Ὅτι σύντομα ὁμοιοτέλευτα ἐν τῷ «πλησίαι ἤσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην», ἀντὶ τοῦ πλησίαι καθεζέσθην, κακὰ δὲ τοῖς Τρωσὶν ἐβουλευέσθην. καὶ ὅρα τὸ πλησίαι· ἀπὸ ἀρσενικοῦ γὰρ τοῦ ὁ πλησίος θηλυκὸν ἡ πλησία, οὗ πληθυντικὸν αἱ πλησίαι. (v. 22) Ὅτι ἐν τῷ «ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπεν» οὐκ ἔστι τὸ ἀκέων ἐπίρρημα ἀντὶ τοῦ ἡσύχως, ὡς Ἀριστόνικος βούλεται, ὁμοίως τῷ «ἀλλ' ἀκέων δαίνυσθε», ἀλλ' ἀντὶ τοῦ ἀκέουσα εἴρηται Ἀττικῶς. Ἀπολλώνιος γὰρ ἐν τῷ Περὶ μετοχῶν ἀποδείκνυσιν ἐκ τῆς συντάξεως ἀκριβέστατα, ὅτι οὐ δύναται εἶναι ἐπίρρημα μεσότητος. καινὸν οὖν γένος οὐ μόνον ἡ ὑλήεις Ζάκυνθος καὶ ὅσα τοιαῦτα, ἀλλὰ καὶ τὸ «ἀκέων Ἀθηνᾶ». τοιοῦτον κατά τινας καὶ παρὰ τῷ φιλομήρῳ Σοφοκλεῖ τὸ «κρυπτᾷ τ' ἀχέων ἐν ἥβᾳ», ἤγουν ἐν ἀφανεῖ ἀχέουσα ἥβῃ, ἡ Ἠλέκτρα δηλαδή. περὶ δὲ τοῦ ἀκέων δεδήλωται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ἔστι δὲ τὸ «οὐδέ τι εἶπε» διασαφητικὸν τοῦ ἀκέων ἦν, ὃ ταὐτόν ἐστι τῷ ἀκήν, τῷ δηλοῦντι μὲν τὸ ἡσύχως, γινομένῳ δὲ ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ χαίνειν. ὅμοιον δὲ πρὸς τὸ «ἀκέων ἦν οὐδέ τι εἶπε» τὸ «ἀκὴν ἐγένοντο σιωπῇ». ἐνταῦθα δὲ ὅρα καί, ὅτι ἔστι ποτὲ σιγᾶν καὶ διὰ θυμὸν πολύν. Ἀθηνᾶ γοῦν σιωπᾷ νῦν σκυζομένη Διῒ πατρί, οὗ πρὸς διασάφησιν ἐπῆκται τὸ «χόλος δέ μιν ἄγριος ᾕρει», ὃς καὶ ἐπέχει τὴν λαλιὰν τῇ Ἀθηνᾷ ἢ κατὰ ἐγκοπὴν ἢ κατὰ εὐλάβειαν. (v. 23 s.) Σημείωσαι δ'