Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.696
Not analysed yet
ἐν τούτοις καί τινα καινὴν παρήχησιν τὸ «χόλος δέ μιν ἄγριος ᾕρει· Ἥρῃ δ' οὐκ ἔχαδε χόλον στῆθος». παρηχεῖται γάρ πως τὸ ῥῆμα τὸ ᾕρει πρὸς τὸ Ἥρη κύριον ὄνομα. καὶ ζητητέον τὴν ὁμοιότητα ἐν τῇ αʹ ῥαψῳδίᾳ εἰς τὸ ἔδεισαν καὶ οὐκ ἔδησαν. Περὶ δὲ τοῦ σκύζεσθαι, [ἀφ' οὗ καὶ τὸ σκυδμαίνειν καὶ τὸ ἐπισκύνιον,] ῥηθήσεταί που ἐν τοῖς ἑξῆς. Τὸ δέ «οὐκ ἔχαδε» δηλοῖ μὲν τὸ οὐκ ἐχώρησε, καὶ γίνεται ἀπὸ τοῦ χῶ, τὸ χωρῶ, ἐξ οὗ καὶ χώρα καὶ χωρίον, ὅθεν παράγωγον τὸ χάζω καθ' ὁμοιότητα τοῦ σχῶ σχάζω, ἐξ οὗ τὸ «γῆρυν ἄφθογγον σχάσας», κλῶ κλάζω, κρῶ κράζω, βῶ βάζω, φῶ φάζω, ῥῶ ῥάζω, ἐξ οὗ ἐν Ὀδυσσείᾳ τὸ «ῥάσατε δ' ὕδωρ» καὶ «ἐρράδαται τοῖχοι», βρῶ βράζω καὶ τὰ ὅμοια μονοσύλλαβα. ἢ δὲ κατὰ μέσον παρακείμενον ἀναγνωστέον κέχαδεν ἢ κατὰ δεύτερον ἀόριστον ἔχαδε. Θρασεῖα δὲ ἡ Ἥρα καὶ ἐν τοῖς παροῦσιν, εἴπερ Ἀθηνᾶ μὲν ἡσύχως ἔχει πέττουσα τὸν χόλον ζέοντα ἔσω, αὐτὴ δὲ ὑπερεκβλύζει διὰ τοῦ στόματος, οἷα τοῦ στήθους μὴ στέγοντος, περὶ ὃ ζωπυρούμενος ἀνάπτεται κατὰ καιρὸν ὁ θυμός, καθὰ καὶ ἐν τῷ «τέτλαθι κραδίη» δηλοῦται καὶ ἐν τῷ τὸν Ἀχιλλέα διάνδιχα μερμηρίζειν ἐν λασίοις στήθεσι καὶ ἐν ἑτέροις πολλοῖς. ὡς ἐπὶ ἀγγείου δέ τινος εἴρηται τὸ «οὐκ ἔχαδε στῆθος χόλον», ἵνα εἴη νοεῖν, ὡς τῇ μὲν Ἀθηνᾷ τὸ στῆθος ἔστεγε τὸν χόλον, τῇ δὲ Ἥρᾳ ὑπερεξεχεῖτο, τουτέστιν ἡ μὲν οὐδὲν εἶπεν, ὡς ὁ ποιητὴς ἔφη, ἡ δὲ Ἥρα ἐξελάλησε. (v. 24 s.) διὸ ἐπάγει· «ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη» καὶ ἑξῆς, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ κεῖται. (v. 26—8) Ὅτι βαρὺ τῇ Ἥρᾳ δοκεῖ, ἐὰν ἀτέλεστον ἱδρῶτα ἱδρώσῃ, κάμοιεν δὲ μάτην αὐτῇ οἱ ἵπποι λαὸν ἀγειρούσῃ κατὰ Πριάμου. τοῦτο δὲ