Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.697
Not analysed yet
μυθικῶς μὲν ἡ Ἥρα ἐποίει πονουμένη ὑπὲρ τῶν Ἀχαιῶν διὰ τὴν κατὰ τοῦ Πάριδος μῆνιν. ἄλλως δὲ ἡ βασιλικὴ αὐτὸ ἐξουσία ἐνεργοῦσα ἦν πρεσβευτικῶς, εἰς ἣν ἀλληγορεῖται ἡ Ἥρα, ὡς πολλαχοῦ δηλοῦται. ἰστέον δέ, ὅτι τὸ Ὁμηρικὸν τοῦτο χωρίον παρῳδηθὲν λεχθείη ἂν πρός τινος ἐν κενοῖς κοπιάσαντος, οἷον «πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ' ἀτέλεστον ἱδρῶθ', ὃν ἵδρωσα μόγῳ». εἰ δὲ καὶ πολιτικὸν εἴη τὸ ἔργον, ἁρμόσει ποτὲ καὶ τὸ ἑξῆς «καμέτην δέ μοι», ἢ ἔκαμον δέ μοι, «οἱ ἵπποι λαὸν ἀγείροντι». Τὸ δέ «πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον» καὶ ἑξῆς, μετ' ὀλίγα ἐκ πυσματικοῦ παραινετικῶς σχηματίζων Ὅμηρός φησιν· «ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον.» (v. 26) Ἰστέον δὲ καί, ὅτι τοῦ ἅλιον πόνον ἐφερμηνευτικόν ἐστι τὸ ἀτέλεστον ἱδρῶτα. οὐκ ἄδηλον δέ, ὡς ἐπὶ ψόγῳ τῆς ναυτιλίας ἅλιον ἐκ τῆς ἁλὸς τὸ μάταιον εἴρηται, καὶ ὡς τὸ ἀτέλεστον καὶ ἀτελεύτητον λέγεται. αὐτὸ δὲ παρὰ Σοφοκλεῖ καὶ τὸν μὴ τελευτὴν ἐπάγοντα τοῖς ζητουμένοις δηλοῖ ἐν τῷ «ἄτεγκτος κἀτελεύτητος φανῇ». [Ἰστέον δὲ καί, ὅτι βλασφημίας μόριον παλαιός τίς φησι καὶ τὸ ἅλιος, ῥηθὲν παρὰ τὴν ἅλα, ἧς τὸ ὕδωρ εἰκαῖόν τι ἐδόκει πρὶν ἢ τὰς νῆας ἐφευρεθῆναι.] (v. 27) Ἀττικὸν δὲ συνήθως τὸ «ἱδρῶτα, ὃν ἵδρωσα», ὡς καὶ τὸ «δαίνυ δαῖτα» καὶ τὰ ἄλλα, ἐν οἷς συνεκφωνεῖται τῷ ῥήματι καὶ τὸ ἐξ αὐτοῦ ὄνομα. (v. 29 et 37 s.) Ὅτι ἐφ' οἷς τις παραχωρεῖ δυσαρεστούμενος μέν, ἄκων δὲ ὑπενδιδούς, καλῶς ἂν ἐρεῖ τὸ τῆς Ἥρας, ἤγουν τὸ «ἔρδε, ἀτὰρ οὐ πάντες ἐπαινέομεν ἄλλοι». ὁμοίως καὶ τὸ τοῦ Διός· «ἔρξον, ὅπως ἐθέλεις, μὴ τοῦτό γε νεῖκος ὀπίσσω σοὶ καὶ ἐμοὶ μέγ' ἔρισμα μετ' ἀμφοτέροισι γένηται». (v. 29) Ἰστέον δέ, ὅτι τὸ ἔρξον ὅπως ἐθέλεις, περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ ἔρδε, ὃ ἐλλιπῶς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ κεῖται. ταὐτὸν δὲ νεῖκος καὶ ἔρισμα, ὅ ἐστιν ἔρις. Ὅρα δὲ τὸ ἔρδε καὶ τὸ ἔρξον διαφόρως ἐξ ἑνὸς θέματος προφερόμενα. προϋποκειμένου γὰρ τοῦ ῥέζω ῥέξω, εἶτα μεταθέσεως γενομένης, τὸ ἕρζω τροπῇ μὲν συνήθει τοῦ ζ εἰς δ ἔρδω γεγονὸς μένει ἄκλιτον, καθ' αὑτὸ δὲ ὂν διὰ τοῦ ξ ἔχει τὸν μέλλοντα