Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.698
Not analysed yet
Δωρικώτερον, ἐξ οὗ τὸ ἔρξον. καὶ ἄλλως δὲ τὸ ἔρξον δύναται ἀπὸ τοῦ ἔργω εἶναι, ἀφ' οὗ τὸ ἔοργα. [Ὅρα δέ, ὅτι πρωτοτύπου μὲν ὄντος τοῦ ῥέζω, ὅπερ ἐστὶν ἐρρωμένως πράττω, ὡς ἐκ τοῦ ῥῶ μονοσυλλάβου ῥήματος, δευτερεύοντος δὲ τοῦ ἔρδω, χρῆσις ἐνταῦθα κεῖται ἀμφοῖν, τοῦ μὲν ἐν τῷ κακὰ ῥέζουσι, τοῦ δὲ ἐν τῷ ἔρδε.] (v. 31 s.) Ὅτι ὁ ἄγαν τινὶ θυμούμενος ἀκούσοι ἄν ποτε οἰκείως τὸ «δαιμόνιε, τί νύ σε κακὸν ῥέζω, ὅτ' ἀσπερχὲς μενεαίνεις», ἤγουν τί σε κακοποιῶ, ὅτι πάνυ ἐπισπέρχεις, ἤτοι σπεύδεις, εἰς τὸ κατ' ἐμοῦ μένος. Ἥρα δὲ τοῦτο ἀκούει ἐκ Διὸς δαιμονίη προσρηθεῖσα. Ἔστι δὲ ἀσπερχὲς τὸ πολυσπούδαστον, ὃ περισπερχὲς λέγει ὁ Σοφοκλῆς, κατ' ἐπίτασιν καὶ αὐτός. ἁπλοῦν δὲ αὐτοῦ ῥητὸν οὐ τὸ σπερχές, ἀλλὰ τὸ σπερχνόν, ὅμοιον ὂν τῷ τερπνόν καὶ στεγνόν. (v. 34—6) Ὅτι θυμὸν θέλων ἐνδείξασθαι τῆς Ἥρας πάνυ πολὺν ὁ Ζεὺς φησίν. «εἰ δὲ σύ γε εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας ἄλλους τε Τρῶας, τότε κεν τὸν χόλον ἐξακέσαιο». ὁ δὲ λόγος ἁρμόσει ποτὲ παρῳδηθεὶς καὶ ἄλλοις προσώποις πάνυ θυμουμένοις, ὁποῖον καὶ τὸ εὐξάμενον ἔφεσιν αὐτῷ ἐγγενέσθαι ἥπατι ἀνθρώπου ἐμφῦναι ὥστε καταφαγεῖν. Σημείωσαι δέ, ὅτι ἀνωτέρω αἰνότατος ὑπὸ Ἥρας ὁ Ζεὺς ὀνειδισθεὶς ἀντισκώπτει ἄρτι αὐτὴν εἰς ἄκραν ἀπήνειαν, δι' ἣν ὠμὸν ἂν φάγοι τὸν Πρίαμον καὶ τοὺς περὶ αὐτόν. (v. 36) Ὅρα δὲ καὶ τὸ «χόλον ἐξακέσαιο». νόσος μὲν γὰρ οἷον τὸ χολοῦσθαι, τὸ δὲ παύσασθαι τοῦ χόλου ἀκέσασθαί ἐστι. (v. 35) Τοῦ δὲ βεβρώθοις τὸ θέμα βεβρώθω, γενόμενον κατὰ ἀναδιπλασιασμὸν ἐκ τοῦ βρῶ, καθὰ ἐκ τοῦ κλῶ τὸ κλώθω. (v. 39) Ὅτι τὸ «ἐνὶ φρεσὶ βάλλεο σῇσιν» ἀντὶ τοῦ ἐπιτυχῶς θὲς εἰς νοῦν. δῆλον δέ, ὡς διαφέρει τὸ βαλέσθαι τοῦ βαλεῖν. (v. 39—54) Ὅτι ἀντιπαραχωροῦσιν ἀλλήλοις βιωτικώτερον θελημάτων τινῶν Ζεύς τε καὶ Ἥρα, ἵνα μὴ τὴν συζυγίαν τῇ φιλονεικίᾳ διϊστῶσι. ῥητορικωτάτη δὲ ἡ σκευωρία τοῦ λόγου. ὁ μὲν γὰρ Τροίαν, ἣν μίαν, ὥς φησιν, ἔχει, χαρίζεται, ἡ δὲ ἀντὶ μιᾶς τρεῖς αὐτῷ