Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.699
Not analysed yet
προΐεται. δοκεῖ δὲ ἐνταῦθα μαντικώτερον παραλαλεῖν ὁ ποιητὴς τὴν τῆς Μυκήνης ἀπώλειαν, ἣν ἐκ τῶν ῥηθεισῶν τριῶν κακῶς παθοῦσαν καὶ Ἀριστοτέλης ἱστόρησε. Φέρεται δὲ ἱστορία καί, ὅτι Περσεὺς μὲν αὐτὰς ἔκτισεν, ἐταπεινώθησαν δὲ μετὰ τὰ Τρωϊκά, ὕστερον δὲ κατεσκάφησαν ὑπὸ Ἀργείων, ὡς μηδὲ ἴχνος, φασί, Μυκήνης εὑρίσκεσθαι. Ἔχει δ' ὁ τόπος οὗτος καὶ αὔξησιν χαρίτων. Ζεὺς μὲν γὰρ οὐχ' ἁπλῶς πόλιν προϊέσθαι λέγει, ἀλλ' ἣν ἐτίμα πασῶν μάλιστα πόλεων τῶν ὑπ' οὐρανόν, προσθεὶς καὶ αἰτίαν τὸ αὐτόθι ἐνδελεχὲς τῶν θυσιῶν. Ἥρα δέ φησι καὶ αὐτή, ὅτι οὐ τῶν τυχόντων ὑπεξίσταμαί σοι, ἀλλὰ τῶν φιλτάτων. Σημείωσαι δέ, ὅτι ψεύδεται ὁ Ζεὺς ἐνταῦθα φανερῶς, νόμῳ ῥητορικῷ αὔξων τὴν χάριν. ὅτι γὰρ οὐχ' οὕτως ἐκθύμως τὴν Τροίαν φιλεῖ, δηλοῖ ὁ Ποσειδὼν ἐν τῷ· «ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων». καὶ εἰκότως· ἐπιώρκησαν γάρ. (v. 40—9) Φράζει δ' ἐν τούτοις ὁ ποιητὴς οὕτω· «ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι τὴν ἐθέλω, ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι, μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι· καὶ γὰρ ἐγώ τοι δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ. αἳ γὰρ ὑπ' ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, τάων μοι περὶ κῆρι», τουτέστι τούτων μοι περισσότερον ἐν τῇ ψυχῇ, «τιέσκετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμελίω Πριάμοιο· οὐ γάρ μοί ποτε θυμὸς ἐδεύετο δαιτὸς ἐίσης», τῆς τῶν θυόντων δηλαδή, «λοιβῆς τε κνίσσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς». καὶ ταῦτα μὲν τὰ τοῦ μυθικοῦ Διός. (v. 50—61) Ἡ δὲ Ἥρα «ἤτοι ἐμοί», φησί, «τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες, Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη», ὧν ἐκ τοῦ Ἄργους καὶ Ἀργεία λέγεται. «τάων οὔ τι ἐγὼ πρόσθ' ἵσταμαι οὐδὲ μεγαίρω τὰς διαπέρσαι, ὅταν τοι ἀπέχθωνται περὶ κῆρι. εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, οὐκ ἀνύω φθονέουσα, ἐπειὴ πολὺ φέρτερός ἐσσι· ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον· καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι» καὶ ἑξῆς. (v. 40) Ἰστέον δέ, ὅτι ἐν τοῖς ῥηθεῖσι τὸ μεμαώς ταὐτόν ἐστι τῷ μισῶν περὶ κῆρι, οὗ παθητικὸν τὸ ἀπέχθωνται περὶ κῆρι. (v. 41) Τὸ δέ «πόλιν, ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι» περίφρασίς ἐστι τοῦ πόλιν φιλουμένην σοι. (v. 42) Τὸ δέ «μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι» θυμούμενός τις εἴποι ἂν πρὸς τὸν οὐ κατὰ καιρὸν μεσιτεύοντα εἰς παῦσιν θυμοῦ. ἔστι δὲ διατρίβειν τὸ παρατείνειν καὶ ὑπερβιβάζειν. οὕτω καὶ ἡ Πηνελόπη διατρίβειν λέγεται τοῖς μνηστῆρσι τὸν γάμον. (v. 43) Τὸ δέ «ἐγώ τοι δῶκα» ἢ ἀπολύτως ἀντὶ τοῦ παρεχώρησα ἢ ἀντὶ τοῦ ἐδωρησάμην σοι πόλιν φίλην μοι, τὴν Τροίαν δηλαδή, ὡς προϊὼν αὐτὸς ἑρμηνεύσει. Τὸ δέ «ἑκὼν ἀέκοντί γε θυμῷ» ἔπεσε μὲν εἰς κοινὴν παροιμίαν τήν «ἑκὼν ἀέκων τόδε τι πεποίηκα», [δι' ἧς βοηθοῖτ' ἂν καὶ τὸ «ἡ