Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.700
Not analysed yet
γλῶσσ' ὀμώμοχ', ἡ δὲ φρὴν ἀνώμοτος», ὃ δὴ πικρῶς λογιστεύει ὁ Κωμικός.] Πάνυ δὲ ἀκριβῶς ἔχει τὸ Ὁμηρικὸν καὶ οὐ πάσχει ἀντίφασιν, ὡς δῆθεν ἀδύνατον ὂν συνυπάρχειν τὸ ἑκών καὶ τὸ ἀέκοντι θυμῷ. δῆλον γάρ, ὡς πολλάκις μὴ προηγησαμένης προαιρέσεως γίνεταί τι, ὃ πῇ μὲν ἐθέλομεν, πῇ δὲ οὔ. οὕτω καὶ οἱ τὰ φορτία ἐν κλύδωνι ἀποβάλλοντες πὼς μὲν ἀέκοντες δρῶσι—τῷ δέει γὰρ τοῦ κινδύνου. —πὼς δὲ ἑκόντες. —ἵνα γὰρ σωθῶσι. —καὶ ἑκόντες μὲν ἀποβάλλουσιν, ἄκοντες δὲ ζημιοῦνται. Ἰστέον δέ, ὡς ὁ μὲν Ὁμηρικὸς Ζεὺς συντόμως τε καὶ ἀσαφῶς τὸ ῥηθὲν ἔφρασεν, ἡ δὲ Ἥρα διασαφεῖ τὸ νόημα εἰποῦσα περὶ τῶν ἑαυτῆς πόλεων, ὅτι τούτων ἐγὼ οὐ προΐσταμαι οὐδὲ μεγαίρω. εἴπερ γάρ, ὡς καὶ προεγράφη, φθονῶ καὶ οὐκ ἐῶ διαπέρσαι, οὐκ ἀνύω φθονέουσα, ἐπεὶ πολὺ φέρτερος εἶ. ἰδοὺ γὰρ καὶ αὐτὴ ἑκοῦσα καὶ ἄκουσα συντίθεται τῷ τοῦ Διὸς θελήματι. καθὸ μὲν γὰρ οὐ προΐσταται τῶν ἑαυτῆς πόλεων, ἑκοῦσα ἐκχωρεῖ, ἄλλως δὲ ἀέκουσα διὰ τὸ μηδὲν ἀνύειν, ἐὰν καὶ φθονῇ. τοῦτο δὲ καὶ ἄλλοι πάθοιεν ἂν καὶ εἴποιέν ποτε τοῖς αὐτῶν εἴκοντες κρείττοσιν. οἷος καὶ Τηλέμαχος, ὃς εἴκει μὲν τοῖς μνηστῆρσι, λέγει δέ· «ἦ τ' ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε πάρεστι». (v. 44) Τὸ δέ «ὑπὸ ἡλίῳ» ὑφ' ἥλιον ὡς ἐπὶ πολὺ γράφουσιν οἱ μεθ' Ὅμηρον. οὕτω δὲ καὶ τὸ ὑπ' οὐρανῷ ὑπ' οὐρανόν. Ἀττικὴ δὲ ἡ ῥηθεῖσα Ὁμηρικὴ φράσις, ὁμοία τῷ ὑπὸ διδασκάλῳ εἶναι καὶ ὑφ' ἡγεμόνι τάττεσθαι καὶ ὑπὸ σκότῳ πράττεσθαι. Τὸ δέ «καὶ οὐρανῷ ἀστερόεντι» παρέλκειν δοκεῖ ἁπλοϊκῶς οὕτω παραρριφέν, ὡς ἐν βιωτικῇ ὁμιλίᾳ· ἤρκει γὰρ καὶ μόνον τὸ «αἳ ὑπὸ ἡλίῳ εἰσὶ πόλεις». πάντως γὰρ αἱ ὑπὸ ἡλίῳ καὶ ὑπὸ οὐρανῷ εἰσιν. οὕτω δὲ καὶ ἐν τῷ πόληες περιττεύει τὸ «ἐπιχθονίων ἀνθρώπων» καὶ οὐκ ἀναγκαίως κεῖται. Ἀστερόεις δὲ οὐρανὸς πρὸς διαστολὴν ὁμωνυμίας, ὡς οὐρανοῦ ποτε καὶ τοῦ ἀέρος λεγομένου. (v. 46) Ἴλιος δὲ νῦν ἱερὰ οὐ μόνον προσηγορικῶς τῷ κοινῷ λόγῳ τῶν πόλεων, ἀλλὰ καὶ διὰ τὰ ἐνταῦθα ἱστορηθέντα ἐνδελεχῆ θύματα, [ὧν δηλωτικὰ σὺν ἄλλοις καὶ τὰ Ἰλίεια, ἑορτὴ ἐγχώριος ἐπώνυμος τῇ Ἰλίῳ. Τούτων δὲ ἡ παραλήγουσα γραφομένη διὰ τῆς ει διφθόγγου, ἀνομοίως τῷ Ὀλύμπια, Πύθια, Ἴσθμια, Διάσια, Διονύσια καὶ τοῖς τοιούτοις, αἰτιολογηθήσεται μὲν καὶ ἐν τοῖς ἑξῆς, ὅπου ἀνακύψει τὸ «Ἤλιδι δίῃ». καὶ ἄρτι δὲ ῥητέον, ὅτι ἔχει ἀναλογίαν ἐξ ἀφορμῆς πρωτοτύπου ἡ διὰ τῆς ει διφθόγ-