Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.701
Not analysed yet
γου γραφὴ τοῦ Ἰλίεια. ὡς γὰρ εὐλόγως ἐκ τοῦ Ἥρα γίνεται προσλήψει τοῦ ἰῶτα τὰ ἐξ αὐτῆς Ἥραια, ἡ ἑορτή, καὶ ἐκ τοῦ Ἀθηνᾶ τὰ Ἀθήναια καὶ ἐκ τοῦ ἑκατόμβη Δωρικῇ τροπῇ καὶ προσλήψει τοῦ ι τὰ Ἑκατόμβαια, ἔτι δὲ ἀναλογώτερον εἰπεῖν, ἐκ τοῦ Ἡρακλῆς Ἡρακλέος τὰ Ἡράκλεια καὶ μᾶλλον ἐκ τοῦ Διομεύς, Ζεύς, Διομέως τὰ Διόμεια, οὕτως ἴσως καὶ ἐκ τοῦ Ἰλιεύς Ἰλιέως τὰ Ἰλίεια. (v. 48) Ὅτι δὲ αἱ συχναὶ Ἰλιακαὶ θυσίαι ἀναγκαίως ἐπὶ κακοῖς πυκνοῖς προηγουμένοις ἐγίνοντο, δηλοῖ καὶ παροιμία λέγουσα τὸ «ἀεὶ Ἰλίῳ κακά», λεχθεῖσα μὲν ἐπί τινι κακῷ ὑστερογενεῖ, οὐκ ἀπᾴδουσα δὲ οὐδὲ πρὸς τὰ Ὁμηρικά. ἡ δὲ αὐτὴ προγενεστέρα ἐστὶ τοῦ «κακῶν Ἰλιάς», ἢ ἀνάπαλιν, αὕτη πρὸ ἐκείνης εἴρηται, ὡς τά γε ἄλλα μιᾶς ἐννοίας εἰσὶν ἀμφότεραι.] Ὅτι δὲ θηλυκῶς εἴωθεν Ὅμηρος προφέρειν τὴν Ἴλιον, ἅπαξ που αὐτὴν κατὰ οὐδέτερον γένος εἰπὼν ἐν τῷ «Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς», δηλοῦται καὶ ἀλλαχοῦ. (v. 47) Τὸ δὲ ἐϋμελίω συνεκόπη ἀπὸ Ἰωνικοῦ τοῦ ἐϋμελίεω, ὡς καὶ τὸ «Βορέω ὑπ' ἰωγῇ» ἀπὸ τοῦ Βορέεω, καὶ τὸ Ἑρμείω ἀπὸ τοῦ Ἑρμείεω, καθάπερ εἴρηται καὶ ἐν τῷ «Ἀσίῳ ἐν λειμῶνι». (v. 49) Τὴν δὲ κνίσσαν πολλὰ τῶν ἀκριβῶν ἀντιγράφων δι' ἑνὸς σ γράφουσιν ἐκτάσει τῆς παραληγούσης καὶ ἀρέσκεται οὕτω καὶ Ἡρωδιανός, ὡς καὶ ἀλλαχοῦ δηλοῦται πλατύτερον. Τὸ δέ «τὸ γὰρ λάχομεν γέρας ἡμεῖς» σχῆμά ἐστιν Ὁμήρῳ σύνηθες, ὡς δηλοῖ σὺν ἄλλοις καὶ τὸ «τὸ γὰρ γέρας ἐστὶ γερόντων» καὶ «τὸ γὰρ γέρας ἐστὶ θανόντων». δικαιοσύνης δὲ καὶ τῆς κατ' αὐτὴν ἰσότητος δηλωτικὸν τὸ ἐλάχομεν, ὡς πολλαχοῦ φαίνεται. (v. 54) Τὸ δέ «πρόσθεν ἵσταμαι» ὅμοιόν ἐστι τῷ προΐσταμαι. δῆλον γάρ, ὡς ὁ πρόσθεν τινὸς ἱστάμενος προΐσταται ἐκείνου. (v. 55) Τὸ δὲ φθονεῖν ταὐτὸν μὲν κατὰ πολυωνυμίαν τῷ μεγαίρειν, σαφέστερον δὲ ἐκείνου. διὸ δὶς ἐνταῦθα τῇ τοιαύτῃ λέξει ὁ Ζεὺς ἐχρήσατο. ἔστι δὲ νῦν φθονεῖν τὸ μέμφεσθαι καὶ ἐμποδίζειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ. Ὅτι δὲ καὶ ἄλλως ἡ ποίησις καὶ οἱ ποιητικώτεροι τῶν Ἱστορικῶν φθονερὸν τὸ θεῖόν φασι φῦλον, δηλοῖ καὶ Ἡρόδοτος, ὃ καὶ ἀλλαχοῦ παρασεσημείωται. Ὅρα δὲ καί, ὅτι τὸ μεγαίρειν ἑρμηνεύων ἐπήγαγεν· «εἴ περ γὰρ φθονέω» καὶ ἑξῆς. Ἰστέον δὲ καί, ὅτι ὁ μὴ δυνάμενος μὲν ἀντιστῆναί