Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.702
Not analysed yet
τινι δυνατῷ ἐμποδίζοντι, δυσωπῶν δὲ τυχεῖν οὗ θέλει, εὐκαίρως ἂν παρῳδήσας εἴποι τὸ «οὔ τοι ἐγὼ πρόσθεν ἵσταμαι οὐδὲ μεγαίρω· εἴπερ γὰρ φθονέω, οὐκ ἀνύω φθονέων, ἐπεὶ πολὺ φέρτερός ἐσσι· ἀλλὰ χρὴ καὶ ἐμὸν θεῖναι λόγον ἢ πόνον οὐκ ἀτέλεστον· καὶ γὰρ ἐγὼ τοιόσδε εἰμί». (v. 58—61) Ὅτι ἀξιοῖ Ἥρα τιμᾶσθαι [οὐ μόνον, ἐπειδὴ θεός ἐστιν, ἀλλὰ καὶ] διὰ τὸ τοῦ αὐτοῦ εἶναι γένους τῷ Διΐ, λέγουσα οὕτω· «γένος δέ μοι ἔνθεν ὅθεν σοί· καί με πρεσβυτάτην», ὅ ἐστι τιμιωτάτην, «τέκετο Κρόνος ἀγκυλομήτης, ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις», ὡς οἷον συλλογιστικῶς τὸν λόγον τοῦτον περαίνουσα. αὐτὴ γὰρ Διός, ὁ Ζεὺς δὲ τίμιος. καὶ αὐτὴ ἄρα τιμία. [Ἰστέον δέ, ὅτι τὸ «γένος δέ μοι ἔνθεν ὅθεν σοι» περίφρασίς ἐστι τοῦ ἀδελφή σοί εἰμι.] (v. 60) Τὸ δὲ ἀμφότερον ὡς ἐπίρρημα καὶ νῦν εἴληπται, καθὰ καὶ ἐν τῷ «ἀμφότερον βασιλεύς τ' ἀγαθὸς καὶ αἰχμητής», ἵνα λέγῃ, ὅτι ἀμφοτέρωθεν ἔχω τὸ πρεσβεῖον ὡς καὶ εὐγενὴς καὶ σὴ ἄλοχος. δῆλον δέ, ὡς τὴν ἄκοιτιν ἡ μὲν ποιητικὴ πολυφωνία καὶ ἄλοχον λέγει καὶ ὁμόλεκτρον καὶ ἀνδρὸς εὔνιδα, ἡ δὲ κοινὴ λαλιὰ σύνευνον. (v. 61) Τὸ δὲ κέκλημαι οὐκ ἐνδοιασμὸν δηλοῖ, ἀλλ' ἀντὶ τοῦ εἰμί κεῖται, ἵνα λέγῃ, ὡς οὐ ψεύδομαι εἶναι σή, ἀλλ' ὑπὸ πάντων οὕτω καλοῦμαι. εἰς δέ γε ἀλληγορίαν πάνυ χρήσιμος ἡ λέξις. οὐ γάρ ἐστιν ὁ ἀὴρ αἰθέρος ἄκοιτις, ἀλλὰ καλεῖται τοῦτο ἀλληγορικῶς. (v. 62 s.) Ὅτι φιλικῆς ἐνδόξων προσώπων ἀντιπαραχωρήσεως τὸ «ἀλλ' ἤτοι μὲν ταῦθ' ὑποείξομεν ἀλλήλοισι, σοὶ μὲν ἐγώ, σὺ δ' ἐμοί· ἐπὶ δ' ἕψονται ἄλλοι». (v. 66) Ὅτι τὸ πειρᾶν ἐνεργητικῶς Ἀττικοὶ ἐπὶ τῆς εἰς γυναῖκα ἐπιχειρήσεως λέγουσιν, οἷον πειρᾷ ὁ δεῖνα τὴν δεῖνα. τὸ δὲ πειρᾶσθαι παθητικὸν ἀντὶ τοῦ ποιεῖσθαι ἀπόπειραν. Ὅμηρος μέντοι τὸ πειρᾶσθαι πειρᾶν ἐνταῦθά φησιν ἐνεργητικῶς, εἰδὼς καὶ τὴν παθητικὴν χρῆσιν ἔν τε τῷ «νῦν μὲν πειρᾶται» καὶ ἐν τῷ «εἰ δ' ἄγε μὴν πείρησαι» καὶ ἀλλαχοῦ. καὶ Θουκυδίδης δὲ τῶν τειχῶν ἡμῶν πειρᾶν λέγει καὶ «πειραθεὶς ὁ Ἁρμόδιος». χρῆσις δὲ νῦν τοῦ πειρᾶν αὕτη· «πειρᾶν δ', ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι». προαναφωνητικὴ δὲ αὕτη ἔννοια ἐκτιθεμένη, ὅπως διασκευασθήσεται τὰ ἐφεξῆς ὑπὸ Ἀθηνᾶς, ἣν στελεῖ ὁ Ζεὺς διὰ τὴν Ἥραν ἐπὶ συγχύσει τῶν ὅρκων, τουτέστιν, ἣν ὁ Ὁμηρικὸς νοῦς φρονίμως προβαλεῖται εἰς πιθα-