Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.703
Not analysed yet
νότητα τῶν μελλόντων ἱστορηθῆναι. καὶ τοῦτο μὲν οὕτως. Ὁ δὲ τονικὸς κανὼν τοῦ ὑπερκύδαντας τοιοῦτός ἐστι παρὰ τοῖς παλαιοῖς· τὰ εἰς δας ὑπὲρ δύο συλλαβὰς ἰσοσυλλάβως κλίνεται, οἷον Τιμαχίδας Τιμαχίδα, Σουΐδας Σουΐδα, Λεωνίδας Λεωνίδα, Χαρμίδας Χαρμίδα, χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνων ῥημάτων γίνεται· ἐκεῖνα γὰρ διὰ τοῦ ντ περιττοσυλλαβῶς κλίνεται, οἷον οἶδα ῥῆμα, ἐξ οὗ Οἴδας Οἴδαντος, μείδω Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας Χαρίδαντος, φείδομαι Φείδας Φείδαντος. τούτων οὕτως ἐχόντων δοκεῖ καὶ τὸ ὑπερκύδαντες, ὃ δηλοῖ τοὺς ἄγαν ἐνδόξους, ἀπὸ βαρυτόνου ῥήματος γεγονός, τοῦ κυδαίνω, συνεκδραμεῖν τῇ κλίσει τῶν κυρίων ὀνομάτων, ἢ καὶ ἄλλως, γενέσθαι ἐκ τοῦ κυδάεις κυδάεντος, κυδάεντες, κύδαντες κατὰ συγκοπήν, καὶ ἐν συνθέσει ὑπερκύδαντες. Ἡρωδιανὸς δὲ ἐν Ἐπιμερισμοῖς μετοχὴν λέγει τοῦτο ἀπὸ τοῦ κυδάναντες. ἐν δὲ τῷ Ὀνοματικῷ ὄνομα λέγει εἶναι αὐτό. ᾧ καὶ πιστευτέον, ὥς φασιν οἱ παλαιοί, ἤπερ τοῖς Ἐπιμερισμοῖς. τοῦτο μὲν γὰρ Ἡρωδιανοῦ εἶναι ὡμολόγηται, ἐκείνων δὲ εἰσὶν οἳ ψευδεπίγραφοι λέγονται. (v. 67) Δηλήσασθαι δὲ ὅρκια περιφραστικῶς τὸ ἐπιορκῆσαι, ὅπερ ἐστὶ βλάβη ὅρκων. ὡς γὰρ καρπὸν δηλεῖταί τις ἀπάγων ἐκεῖνον, ὡς ἡ αʹ ῥαψῳδία προεδήλωσεν, οὕτω καὶ ὅρκου δηλητήριον ὁ ἀφανισμὸς καὶ τὸ αὐτοῦ ἄπρακτον. ἔστι δ' ἐν τούτοις καὶ προθέσεως ἔλλειψις. τὸ γὰρ Ἀχαιοὺς ἄρξωσι καὶ ἑξῆς ταὐτόν ἐστι τῷ ἀρχὴν ποιήσωσιν εἰς τοὺς Ἀχαιοὺς τοῦ παραβαθῆναι τοὺς ὅρκους. τὸ δὲ ῥῆμα τοῦτο καὶ παθητικῶς εἴωθε λέγεσθαι καὶ μετὰ προθέσεως δέ ποτε, εἴτε τῆς κατά, εἴτε τῆς ὑπό. ἐπὶ μέντοι ἀρχικῆς ἐξουσίας ἀεὶ καὶ ἐνεργητικῶς προφέρεται καὶ δίχα προθέσεως. (v. 68) Ὅτι καὶ ἐνταῦθα καὶ πανταχοῦ, ὥς που καὶ προεγράφη, παρὰ τῷ ποιητῇ τὸ ἀπιθεῖν διὰ τοῦ ι γράφεται, ὡς ἀπὸ τοῦ πιθῶ περισπωμένου μέλλοντος. γράφει γοῦν δακτυλικῶς· «οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε», ἤγουν ὁ πάντων αἴτιος. ὡς γὰρ βωτιάνειρα μὲν γῆ πρὸς μέρος ἡ ἄνδρας τρέφουσα,