Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.704
Not analysed yet
καθόλου δὲ ἡ παμβῶτις γῆ, ὡς καὶ προδεδήλωται, οὕτω καὶ πατὴρ μὲν ἀνδρῶν καὶ θεῶν κατά τι μέρος, ὅτι μηδὲ σεμνὸν ἦν πατέρα τινῶν ἑτέρων αὐτὸν προσρηθῆναι, εἰς τὸ καθόλου δὲ ὁ πάντων ἐπιτελεστὴς κατὰ τὸ «σέο δ' ἐκ τάδε πάντα πέλονται». (v. 75—9) Ὅτι ἐν μὲν τῇ αʹ ῥαψῳδίᾳ τὴν Ἀθηνᾶν εἶπε κατελθεῖν οὐκ ἐνσώματον. διὸ οὐδὲ ἔβλεπέ τις αὐτὴν ἀλλ' ἢ μόνος Ἀχιλλεύς. ἐνταῦθα δὲ ἀστέρι εἰκασθεῖσα εἰς τὸ μέσον κατέθορεν, ἤτοι εἰς τὸ μεταίχμιον. φησὶ γάρ· «οἷον δ' ἀστέρα ἧκε Κρόνου παῖς», ἤγουν ὁ Ζεὺς ἀὴρ ἔπεμψεν, «ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν, λαμπρόν, τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται, τῷ», ἤγουν τούτῳ, «εἰκυῖα ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, κὰδ δ' ἔθορ' ἐς μέσον, θάμβος δ' ἔχεν εἰσορόωντας», Τρῶάς τε καὶ Ἀχαιούς, ὃ δὴ πάσχειν ἔθος τοὺς ὁρῶντας τέρατα. οἰκείως δὲ ἡ φωσφόρος Ἀθηνᾶ τοιούτῳ εἴκασται [παραβολικῶς· εἰ γὰρ καὶ μὴ πρόκειται παραβολικόν τι ἐπίρρημα, οἷον τὸ ὡς ἢ τὸ ἠΰ, ἠΰτε, ἤ τι τοιοῦτον, ἀλλ' ἡ κατὰ τὸν εἰρημένον ἀστέρα ἔννοια παραβολική ἐστιν ἄλλως, ὡς δηλοῖ καὶ τὸ «τῷ εἰκυῖα ἤϊξεν», ἤγουν ὁμοιουμένη λόγῳ παραβολῆς. διὸ καὶ εἶχεν εἰπεῖν ὡς ἐν παραβολῇ· ὡς δ' ὅτε ἀστὴρ πίπτει ἄνωθεν τοιόσδε, ὧς ἤϊξεν Ἀθηνᾶ ἐπὶ χθόνα.] (v. 75) Ἀστέρα δὲ νῦν οὐ τὸν κυρίως λέγει, ἀλλά τι ἀστεροειδές, οἷον κομήτην ἢ σκηπτοῦ τι εἶδος ἢ ὁποῖοι οἱ διᾴττοντες, ὧν ἡ γένεσις ἀέρος στροφή. διὸ καὶ ἀνέμους ὡς ἐπὶ πολὺ δηλοῦσι διὰ ἀέρος τροπάς. τὸ δὲ τοιοῦτον ἀστεροειδὲς ἐκ παρατηρήσεως τερασκόπων τέρας λέγει εἶναι ἢ ναύταις, εἰ ἐν θαλάσσῃ δηλαδὴ πέσῃ ἢ στρατῷ, ἐὰν εἰς στρατόπεδον κατενεχθῇ, ὡς καὶ νῦν ἐγένετο. σπινθῆρες δὲ αὐτοῦ πολλοὶ ἵενται, πρὶν κάτω ἐλθόντα ὁμιλῆσαι ἀέρι ψυχρῷ. τότε γὰρ σβέννυται. (v. 81—4) Ἰστέον δέ, ὅτι οἱ θεαταὶ ἀμφιβάλλοντες, ὡς εἰκός, ἐπὶ τῷ φανέντι τέρατι, διὰ μὲν τὸ πυρόεν τοῦ δῆθεν ἀστέρος μάχην καυστειρὰν ὑφορῶνται, ὅτι δὲ ἔσβεσται, φιλότητα καραδοκοῦσι καὶ παῦσιν πολέμου. Φησὶ γάρ· «ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον», ὃ δὴ σχῆμά ἐστιν Ὁμηρικὸν ἐν ταῖς καθ' ὅμιλον ἠθοποιΐαις. «ἦ ῥ' αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ ἔσσεται, ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησι Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται;»