Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.705
Not analysed yet
ἤγουν ὃς λόγῳ εἱμαρμένης διοικονομεῖται τὰ κατὰ μάχην. Σημείωσαι δὲ τὸ ταμίης ὡς χρήσιμον εἰς τοὺς ἐν τῷ τέλει τῆς Ἰλιάδος πίθους, οἳ κατάκεινται ἐν Διὸς οὔδει. ἔστι γὰρ νοῆσαι, ὡς ἐν τοῖς τοιούτοις πίθοις καὶ τὰ ἐκ πολέμου ἀγαθὰ καὶ κακὰ ταμιεύονται. Ἰωνικὸν δὲ τὸ ταμίης, καθὰ καὶ τὸ κυματίης ποταμός. (v. 75) Ἰστέον δὲ καὶ νῦν, ὅτι ἀστὴρ μὲν ἕν τί ἐστι σῶμα, ἄστρον δὲ ζῴδιόν τι ἐκ πολλῶν ἀστέρων συγκείμενον, ὡς μυριαχοῦ φαίνεται, ἵνα ᾖ, καθὰ καὶ προδεδήλωται, ὡς περιεκτικόν τι καὶ τὸ ἄστρον, καθὰ καὶ ὁ παρ' Ὁμήρῳ ἀσφοδελὸς λειμών, ὁ τῶν καθέκαστα ἀσφοδέλων περιεκτικός. διὸ καὶ Εὐριπίδης τὸν ἥλιον τὴν ἐν ἄστροις οὐρανοῦ τέμνειν ἔφη ὁδόν, τὴν διὰ τῶν ζῳδίων οὕτω κίνησιν φράζων, ὧν ἕκαστον ἐκ διαφόρων ἀστέρων καὶ ἀστρίων διεζωγράφηται. [(v. 79) Ὅρα δέ, ὅτι, ὡς καὶ ἐν ἄλλοις, οὕτω κἀνταῦθα μέσον τὸ μεταίχμιον εἴρηκε, καὶ ὅτι θάμβος ἡ διὰ θέας ἐμβιβαζομένη ἔκπληξις εἰς ψυχήν. διὸ καὶ ἔφη· «θάμβος δ' ἔχεν εἰσορόωντας». τὸ δ' ὅμοιον νοητέον καὶ ἐπὶ τοῦ θαμβεῖν.] (v. 86 ss.) Ὅτι Ἀντηνορίδῃ Λαοδόκῳ ἡ Ἀθηνᾶ ὁμοιωθεῖσα, κρατερῷ αἰχμητῇ ἀνδρί, ὡμίλησε τῷ Πανδάρῳ. καὶ ἔοικεν οὗτος ὁ Λαοδόκος ἀναπεῖσαι νῦν τὸν Πάνδαρον ὀϊστεῦσαι κατὰ τοῦ Μενελάου ἐπὶ συγχύσει τῶν ὅρκων. καὶ καινὸν οὐδέν, εἰ παῖς πατρὸς ἀγαθοῦ νόμους ἐνταῦθα παρέβη ξενίας. «παῦροι γὰρ παῖδες ἐοίκασι πατράσιν, οἱ πλείονες κακίους» φησὶν Ἡσίοδος. ὅτι δὲ ἀγαθὸς ὁ τοῦ Λαοδόκου πατὴρ Ἀντήνωρ καὶ ὅτι προεξένησεν Ὀδυσσέως καὶ Μενελάου, ἐν τῇ γʹ ῥαψῳδίᾳ γέγραπται. (v. 87) Ἰστέον δὲ καί, ὅτι ἐκ τῆς τοῦ πατρὸς ἀρετῆς ὁ Λαοδόκος ἔοικεν ὀνομασθῆναι. λαοδόχος γὰρ ἐκεῖνος ἦν τῇ ἐνεργείᾳ, ὡς πρόξενος. Σημείωσαι δέ, ὅτι τε πιθανῶς κρατερὸς αἰχμητὴς ὑπόκειται ὁ Λαοδόκος, ἵνα ῥᾷον αὐτῷ πεισθείη ὁ Πάνδαρος, εἴγε καὶ ἀριστεὺς ἐκεῖνος ὢν εἰς ἔργον τοῦτον προκρίνει ἐπίπροσθεν ἑαυτοῦ θέμενος, καὶ οὐδὲ τόξων εὖ εἰδώς, ἀλλ' αἰχμητής. ὡς εἴγε τοξότης ἦν ὁ Λαοδόκος, εἶχεν ἂν