Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.706
Not analysed yet
ὑπιδέσθαι τοὺς αὐτοῦ λόγους ὁ Πάνδαρος, διὰ τί τοῦτον ἐρεθίζει καὶ μὴ αὐτὸς ἐθέλει ὀϊστεύειν Μενελάου, ὃ παραφράζων Ὅμηρος ἐπιπροεῖναι Μενελάῳ φησὶ πικρὸν ὀϊστόν. καὶ ὅτι ἡ ὁμιλοῦσα τῷ ἄφρονι Πανδάρῳ Ἀθηνᾶ, ὥστε συγχέαι τοὺς ὅρκους καὶ οὕτως ἀσεβεῖν ἀναπείθουσα, αὐτός ἐστιν ὁ τοῦ Πανδάρου νοῦς καὶ ἡ ἐν αὐτῷ δεινότης, ἡ ἀληθῶς μὲν πονηρία, δοκοῦσα δὲ ἐκείνῳ φρόνησις καὶ ἀγχίνοια, ὡς ὑπεμφαίνεται ἐν τῷ· «ἀγχοῦ δ' ἱσταμένη προσηύδα» προϊσχομένη ἐλπίδας, ὡς χάριν μὲν καὶ κῦδος ἄροιτο πρὸς τοῦ λαοῦ, μάλιστα δὲ τῷ Ἀλεξάνδρῳ ἀρέσοι βαλὼν καὶ ἀνελὼν τὸν Μενέλαον. (v. 93—104) Φησὶ γοῦν· «ἦ ῥά νύ μοί τι πίθοιο, Λυκάονος υἱὲ δαΐφρον, τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ, τοῦ κεν δὴ πάμπρωτα πάρ' ἀγλαὰ δῶρα φέροιο, αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ' ἀλεγεινῆς. ἀλλ' ἄγε ὀΐστευσον Μενελάου» καὶ ἑξῆς. ἐπελέξατο δὲ τὸν Πάνδαρον ἡ Ὁμηρικὴ δεινότης καὶ ὡς ἐπίκουρον, τοῖς γάρ τοι ἐγχωρίοις Τρωσὶ πᾶσιν ἶσα κηρὶ ὁ Ἀλέξανδρος ἤχθετο, καὶ ὡς τοξότην, ἵνα νομισθῇ ὁ Ἀλέξανδρος παρεκβὰς τὸν διαμετρητὸν χῶρον, οὕτω λαθὼν τοξεῦσαι κατὰ Μενελάου. ἔτι δὲ καὶ ὡς ἄριστον ἐν τοξόταις, εἴγε καθ' Ὅμηρον αὐτὸς ὁ Ἀπόλλων τὸ τόξον αὐτῷ ἔδωκε. καὶ ὡς φιλοχρήματον δὲ καὶ σμικρολόγον, καθὰ δηλοῖ καὶ ἡ θυσία, ἣν ἄρτι Λυκηγενέϊ κλυτοτόξῳ Ἀπόλλωνι ἐπαγγέλλεται, σμικροπρεπὴς οὖσα, καὶ ταῦτα ἐπ' ἀναγκαίοις. ἄρνες γὰρ ἀτελεῖς καὶ οὐ κατὰ τοὺς ἀρνειοὺς τέλειοι, οὐδὲ ταῦροι καὶ αἶγες, ὁποῖα Χρύσης καλλιερεῖ ὁ τὰ τοῦ θύειν ἀπόρρητα εἰδώς. δηλοῖ δὲ τὸ αὐτὸ καὶ ὁ καιρὸς τῆς θυσίας. οὐ γὰρ νῦν ἀρνῶν πρωτογόνων ἐθέλει ῥέξειν κλειτὴν ἑκατόμβην, ἀλλὰ οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης, ὡς ἐκεῖσε τὰ τοιαῦτα εὑρήσων εὐπόριστα, Ἀθηνᾶς καὶ τὸ τοιοῦτον ἐπιβλαβὲς τῷ φαύλῳ ὑποθεμένης, εἴτε τῆς μυθικῆς εἴτε τῆς κατ' αὐτὸν δοκούσης φρονήσεως. ἔτι δηλοῖ τὸ τοῦ Πανδάρου γλίσχρον καὶ ἡ ἐπὶ Τροίαν αὐτοῦ δίχα ἵππων στρατεία, ἵνα μὴ κατατρύχωσιν αὐτόν, ὡς ἐκεῖνός φησι, τῇ δαπάνῃ τούτου. καὶ τὸ ἔθνος φύσει ἐπίορκόν τε καὶ ἄπιστον. ἐκ πατέρων γὰρ ἱστοροῦσιν αὐτὸ τοιούτων κατάγεσθαι λέγοντες, ὅτι Τριόπας Περραιβῶν τύραννος οὕτως ὠμὸς ἦν, ὥστε ὁ υἱὸς Καρνάβας κτείνας αὐτὸν τυραννοκτονίας γέρας ἔλαβε παρὰ τῶν πολιτῶν, φυγάς τε ἥκων εἰς Βρένθιν τῆς Τροίας καὶ καθαρθεὶς ὑπὸ Τρωὸς καὶ λαβὼν ἔδαφός τι κτίζει Ζέλειαν. τοίης γενεῆς τε καὶ αἵματος ἦν ὁ