Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.707
Not analysed yet
τοὺς ὅρκους ἄρτι συγχέας. (v. 88—91) Ἰστέον δὲ καί, ὅτι τὸν Πάνδαρον ἀντίθεον ὁ ποιητὴς λέγει καὶ ἀμύμονά τε κρατερόν τε, ὀνομάζων αὐτὸν συνήθως ἐξ ὧν ἔχει καλῶν. τοὺς δὲ περὶ αὐτὸν κρατερὰς στίχας ἀσπιστάων λέγει «λαῶν» ἢ ἀνδρῶν, «οἵ οἱ», φησίν, «ἕποντο ἀπ' Αἰσήποιο ῥοάων», οὗ Αἰσήπου καὶ ἡ Βοιωτία μέμνηται. Σημείωσαι δὲ καί, ὅτι ἕτερος ἦν παλαιὸς ἥρως Πάνδαρος. φησὶ γοῦν ὁ Γεωγράφος οὕτω· ὑπόκειται τῷ Κράγῳ Πίνναρα, μεγίστη πόλις Λυκίας, ἔνθα Πάνδαρος τιμᾶται, τυχὸν ὁμώνυμος τῷ Τρωϊκῷ, (ὡς καὶ «Πανδαρέου κούρη χλωρηῒς ἀηδών»), καὶ τοῦτον γὰρ ἐκ Λυκίας φασί. (v. 89) Λυκάονος δὲ υἱὸς ὁ ῥηθεὶς Πάνδαρος, ὁ καὶ ἐν τῇ Βοιωτίᾳ ἱστορηθείς, οὗ δὴ Λυκάονος ἡ κατὰ τὴν εὐθεῖαν παραλήγουσα ἐκτείνεται. διὸ καὶ συστέλλει τὸ ω ἐν τῇ γενικῇ, ὁμοίως τῷ Μαχάων Μαχάονος καὶ τοῖς τοιούτοις. φησὶ γοῦν· «εὗρε Λυκάονος υἱόν», ὅπερ ἀσυνδέτως ἐρρέθη συσχηματισθὲν γοργῶς τῇ κατεπείξει τῆς Ἀθηνᾶς. (v. 90) Ἰστέον δέ, ὅτι στρατηγῷ παρατεταγμένῳ ἁρμόττει τὸ «ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο» (v. 94) καὶ ὅτι τὸ τλαίης δυσχέρειαν ἐμφαίνει ἔργου, ὡς τοῦ Πάριδος μὴ τλησομένου ποιῆσαί τι πρὸς ἐπιορκίαν. ὁ δ' οὕτω τλήμων, ὥστε αὐτίκα ὑπακούει. διὸ καὶ ἄφρονα λέγει αὐτὸν Ὅμηρος, εἰ καὶ ἄλλως ἐδόκει φρονεῖν. [φησὶ γὰρ ἀντιθετικῷ τρόπῳ «τῷ δὲ φρένας ἄφρονι πεῖθε».] Τὸ δὲ ἐπιπροέμεν δύναται καὶ μιᾷ προθέσει ἀρκεῖσθαι. καλὸν οὖν καὶ τὸ ἐφεῖναι καὶ τὸ προεῖναι ἰὸν τῷ Μενελάῳ. κρεῖττον μέντοι τὸ ἐπιπροεῖναι, ἵνα ἡ μὲν ἐπι πρόθεσις τὴν κατα σημαίνῃ, ὡς πολλαχοῦ τῆς Ὁμηρικῆς ποιήσεως λαμβάνεται, καθὰ καὶ ἐν τῷ· «δαιμονίη τί μοι ἐπέχεις», ἡ δὲ προ τὴν πρὸ τῶν ἄλλων δηλώσῃ βολήν. (v. 95) Χάρις δὲ κύδους διαφέρει, καθότι κῦδος μὲν ἡ εὔκλεια, χάρις δὲ ὁμολογία εὐεργεσίας ἐστί. διὸ καὶ πάμπρωτα δῶρα ἐκ Πάριδος λήψεσθαί φησι τὸν Πάνδαρον, οἷα καὶ τῶν ἄλλων ὕστερον ἐπιδωσόντων, ὡς εὐεργέτῃ. (v. 97) Τὸ δέ «δῶρα φέροιο» τὸ παρὰ τοῖς ὕστερον δωροφορεῖν συνέθετο. (v. 99) Τοῦ δὲ δμηθέντα διασαφητικὸν τὸ «πυρῆς ἐπιβάντ' ἀλεγεινῆς», ὅπερ ἐστὶ περίφρασις τοῦ καυθέντα. ἐκεῖνο δὲ παρακολούθημά ἐστι νεκροῦ. ἀφελῶς δὲ πέφρασται τὸ «πυρῆς ἐπιβάντα» ἐπὶ νεκροῦ. κυρίως γὰρ τίθεται ὁ τοιοῦτος ἐπὶ πυρᾶς, οὐκ ἐπιβαίνει αὐτός. Περὶ δὲ πυρῆς ἀλεγεινῆς δηλοῦται ἀλλαχοῦ. (v. 100) Ἐν δὲ τῷ «ὀΐστευσον Μενελάου»