Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.708
Not analysed yet
λείπει πρόθεσις. τὸ γὰρ ἐντελές «κατὰ Μενελάου». (v. 101) Λυκηγενὴς δὲ Ἀπόλλων κατὰ τὸν μῦθον, οἱονεὶ Λυκιηγενής, ὡς ἐν Λυκίᾳ γεγονώς, ἢ τῇ μεγάλῃ κατά τινας ἢ τῇ μικρᾷ, ἧς Πάνδαρος ἦρχε, περὶ ἧς καὶ ἡ Βοιωτία δηλοῖ, ἀφ' ἧς καὶ ὁ πατὴρ Λυκάων παρωνόμασται, εἰς ἥν, φασί, μετὰ τὸ γεννῆσαι ἀπηλλάγη ἡ Λητὼ τὴν τῆς Ἥρας ζηλοτυπίαν ἐκκλίνουσα. καὶ ἄλλως δὲ Λυκηγενὴς λέγεται, ὅτι λύκος, φασίν, ἐπεφάνη τῇ Λητοῖ ἐν τῷ τοκετῷ ὅτε καὶ πτοηθεῖσα Πτῷόν τε τὸν ἐξ αὐτῆς Ἀπόλλωνα ἐπωνόμασε καὶ Λυκηγενῆ. διὸ καὶ Ἀπόλλωνι κατὰ μῦθον ὁ λύκος ἀνεῖτο καὶ νομίσματι ἐνεχαράττετο· καὶ Λύκειος δὲ ἀπ' αὐτοῦ ἐκαλεῖτο αὐτός τε ὁ Ἀπόλλων καὶ ἀγορὰ δέ τις ἐν τῷ Ἄργει. ἑτέρως δέ, ὥσπερ ὁ κύκνος ἱεροῦται Ἀπόλλωνι ὡς ἡλίῳ διὰ τὴν λευκότητα, καὶ ὁ κόραξ διὰ τὴν νυκτερινὴν μελανίαν, ἧς οἷα καὶ μητρός ἀπογεννᾶται, ὡς ἀλλαχοῦ γέγραπται, οὕτω καὶ λύκος ἀνάκειται αὐτῷ διὰ τὸ μέσον εἶναι ἀμφοῖν τὸ λύκειον χρῶμα. τεφρῶδες γὰρ καὶ οὔτε φαεινὸν οὔτε ἄκρως μέλαν, ἀλλ' οἷόν τι τὸ πρὸ τῆς κροκοπέπλου ὑπονύκτερον χρῶμα, ὃ καὶ λυκόφως ἡ καθωμιλημένη γλῶσσα καλεῖ. Κλυτότοξος δὲ ὁ αὐτὸς Ἀπόλλων, ὡς σὺν τῇ μαντικῇ καὶ μουσικῇ καὶ ἰατρικῇ ἐπιστατῶν καὶ τῇ τοξικῇ κατὰ τὸν μῦθον. ὡς δὲ καὶ τῷ ἀλληγορουμένῳ Ἀπόλλωνι ἐνθεωρεῖται ταῦτα, ἑτέραν ζητεῖ λόγου τριβήν. [Ὅρα δέ, ὡς ἰσοδυναμεῖν δοκούντων ἔστιν ὅτε τοῦ κλύειν καὶ τοῦ κλείειν, ὅ ἐστι κλεΐζειν καὶ δοξάζειν, ἐκ μὲν τοῦ κλύειν τὸν κλυτότοξον συνέθετο, ἐκ δὲ τοῦ κλείειν κλειτὴν κατωτέρω ἑκατόμβην φησί.] Τοὺς δὲ πρωτογόνους ἄρνας καὶ τὰ τοιαῦτα πρωτογεννήματα ἡ κοινὴ γλῶσσα λαλεῖ. [(v. 103) Ἱερὰ δὲ