Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.709
Not analysed yet
ἡ Ζέλεια ὡς πόλις ἁπλῶς φυλακτικὴ τῶν ἔσω οἰκούντων. οὕτω δὲ ἱερὰ καὶ τείχη πόλεως. λέγει δέ που χρήσιμά τινα περὶ τούτων καὶ Πλούταρχος.] Ἐν δὲ τῷ «νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης» σημείωσαι, ὅτι τὸ διπλοῦν ζ οὐκ ἔχει συνήθως ἐκτείνειν τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν, ὡς οὐδὲ κατὰ Ὀδύσσειαν ἐν τῷ «ὑλήεντι Ζακύνθῳ», ἀλλ' ἀντὶ βραχείας λαμβάνεται ἀναγκαίως ἡ τελευταία συλλαβὴ διὰ τὸ μὴ δύνασθαι ἄλλως τεθῆναι ἐν μέτρῳ. εἰ γὰρ ὑποθώμεθα ἐν τῷ Ζέλεια καὶ ἐν τῷ Ζάκυνθος δύνασθαι τὸ ζ διὰ τὴν διπλόην ποιεῖν χρονικὴν ἔκτασιν, οὐδ' ὅλως εἰς μέτρον δακτυλικὸν ἡ Ζέλειά ποτε καὶ ἡ Ζάκυνθος παραληφθήσεται. ἡ τοιαύτη δὲ ἀνάγκη βιάζεται καὶ τὴν τοῦ Σκαμάνδρου ἄρχουσαν, ὡς προερρέθη, τὸ πρὸ αὐτῆς βραχὺ ἐκτείνειν μηδέποτε. οὕτω τὸ μέτρον βίαν ἔστιν οὗ ἐπάγει παρανομεῖσθαι, ὥσπερ τὰς ἐκτάσεις, οὕτω καὶ τὰς συστολάς, καὶ ἀλόγως γίνεσθαι, ὥς φασιν οἱ παλαιοί. διὸ καὶ τὸ Αἰγυπτίη ἐν Ὀδυσσείᾳ συστέλλει τὸ υ. τινὲς μέντοι ἐκεῖ τὴν τῶν δύο ἀφώνων ἀσθένειαν τῆς τοῦ διχρόνου συστολῆς αἰτίαν φασίν. Ἡ δὲ ῥηθεῖσα Ζέλεια, ὡς καὶ προεγράφη, ὑπὸ τῇ Ἴδῃ τῷ Τρωϊκῷ ὄρει ἔκειτο. ἐκαλεῖτο δὲ καὶ Λυκία τὸ παλαιὸν καὶ Τροία μικρά. διὸ καὶ ἐν τοῖς ἑξῆς ὁ Πάνδαρος Τρώων ἡγεῖσθαι λέγεται, ὅ ἐστι τῶν Ζελειτῶν. Ἰστέον δὲ καί, ὅτι παράγωγόν ἐστι τὸ Ζέλεια ἐκ πρωτοτύπου τοῦ Ζέλη, ὡς καὶ τοῦ Πηνελόπη τὸ Πηνελόπεια. ὅμοια καὶ τὸ Ὑψιπύλη Ὑψιπύλεια, Θεσσαλονίκη Θεσσαλονίκεια, Σεβαστή Σεβάστεια, Κολώνη Κολώνεια. δοκεῖ δὲ τοιοῦτον εἶναι σὺν ἄλλοις καὶ τὸ χώνη χώνεια. εὕρηται δὲ καὶ ἐρήμεια ἐκ τοῦ ἐρήμη. ὅμοιον καὶ τὸ Ἀπάμα Ἀπάμεια, οὐ μόνον κύριον, ἀλλὰ καὶ πόλεως ὄνομα τῆς τε περὶ τὸν Κιανὸν κόλπον κειμένης, ἥτις καὶ Μύρλεα ἐκλήθη, καὶ τῆς περὶ Συρίαν. Ἰστέον δὲ καί, ὅτι, ὥσπερ διὰ τοῦ εια γίνεται παραγωγή, οὕτω καὶ διὰ τοῦ αια, ὡς δηλοῖ τὸ φώκη Φώκαια, νίκη Νίκαια. (v. 104) Ὅτι ἐπὶ τοῦ πείθοντος ἄφρονα εἴς τι κακὸν οἰκεῖον εἰπεῖν τὸ «ὣς φάτο· τῷ δὲ φρένας ἄφρονι πεῖθε». τοιοῦτος δὲ ἄφρων καὶ ὁ Πάρις, ὃς ἐπείσθη