Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.710
Not analysed yet
τῇ Ἀθηνᾷ βουλευσαμένῃ τὰ μὴ λῴονα. (v. 105) Ὅτι τὸ «αὐτίκ' ἐσύλα τόξον ἐΰξοον» ὁ Πάνδαρος, καὶ αὖθις τὸ «σύλα πῶμα φαρέτρης» τὸ λάθρᾳ ὑποψηλαφᾶν σημαίνει ὥστε τοξεῦσαι. δῆλον δέ, ὅτι καὶ ἐπὶ τοῦ σκυλεύειν ἡ λέξις τίθεται πολλαχοῦ, ἐπεὶ σκῦλον τὸ λάφυρον λέγεται. ὁ μέντοι σκυλαδέψης καὶ ἕτερόν τι σημαινόμενον τοῦ σκύλου δηλοῖ, ὡς ἀλλαχοῦ δηλωθήσεται. (v. 105—11) Ὅτι ἀναπαύων ὁ ποιητὴς ἐνταῦθα τὸν ἀκροατὴν ἐπεισοδίῳ κυνηγετικῷ ἱστορικῷ γενεαλογεῖ τε τὸ ῥηθὲν τοῦ Πανδάρου τόξον καὶ ἐκφράζει αὐτὸ λέγων, ὅτι ἰξάλου αἰγὸς ἀγρίου ἦν, «ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσας πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι βεβλήκει πρὸς στῆθος, ὃ δ' ὕπτιος ἔμπεσε πέτρῃ», λέγων καὶ νῦν, ὡς καὶ ἐν τῇ βῆτα, πέτραν τὸ σπήλαιον. εἶτα καὶ μετρεῖ τὰ τοῦ αἰγὸς τούτου κέρατα, ὡς εἰρήσεται. (v. 105) Ἴξαλον δὲ αἶγα Πορφύριος μὲν τὸν τομίαν φησὶ λέγων ὡς ἐπὶ πολὺ τῶν ἀγρίων αἰγῶν τοὺς τελείους διωκωμένους κατὰ παράτριψιν ἀποβάλλειν τὰ αἰδοῖα, ὅπερ οἱ κάστορες ἑκόντες εἰς ἑαυτοὺς κατεργάζονται, ὅτε διώκονται, ὁποῖον δή τι καὶ Ἀριστοτέλης διὰ τὸν χλούνην ἱστορεῖ, ὃ δηλοῖ ἐκτομίαν σῦν ἄγριον, ὡς ἐν τοῖς ἑξῆς που φανήσεται. καὶ εἶδον πολλοὶ καὶ τῶν καθ' ἡμᾶς τὰ τοιαῦτα πάθη ἐπί τε συῶν ἐπί τε αἰγῶν. ἕτεροι δὲ ἴξαλόν φασι τὸν ὀχευτικόν, ἤτοι τὸν κήλωνα, καὶ περὶ τὰς τῶν θηλειῶν ἰξύας ἤτοι ὀσφύας ἁλλόμενον. οἱ δὲ τὸν μετὰ χειμῶνα ἐπὶ ἅλας ἱκνούμενον ποιμενικῷ νόμῳ, ἵνα μὴ ψώραν πάθῃ. τοῦτο δὲ καὶ δασύνεσθαι ἀπαιτεῖ τὴν ἄρχουσαν, εἰ καὶ ψιλοῦται κατὰ ἔθος Αἰολικόν. καὶ ἐπὶ ἡμέρων αἰγῶν λέγοιτο ἄν, οὐ μὴν ἐπὶ ἀγρίων, ὁποῖος ἄρτι ὁ Ὁμηρικός. τοιούτους γὰρ ἁλίζει οὐδείς, εἰ μὴ ἄρα κατὰ τύχην αὐτοί που δράσουσι τοῦτο ἁλοπηγίῳ περιτυχόντες. τινὲς δὲ ἀπὸ τοῦ ἅλις ἵξεσθαι φασι. πηδητικὸς γὰρ καὶ ὁρμητίας