Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.711
Not analysed yet
ὁ ἄγριος αἴξ. ἐν δὲ ῥητορικῷ τινι Λεξικῷ φέρεται καί, ὅτι ἴξαλος ὁ προπηδῶν καὶ τέλειος. ἐν δὲ ἑτέρῳ καί, ὅτι, ὥσπερ παρδαλῆ καὶ λεοντῆ, οὕτω καὶ ἰξαλῆ αἰγεία περισπωμένως, ἐπεὶ ἴξαλοι αἶγες. λέγεται δὲ καὶ ἄλλα εἰς τοῦτο παρὰ τοῖς παλαιοῖς διάφορα. (v. 106) Τὸ δὲ ὑπὸ στέρνοιο ταὐτὸν τῷ ὑπὸ τὸ στέρνον, ἵνα ᾖ πρόθεσις ἀντὶ προθέσεως. στέρνον δὲ καὶ στῆθος εἰπεῖν οὐκ ἀνομοίως ἔχει. διὸ ταὐτὸν τὸ στέρνου τυχεῖν καὶ στῆθος βαλεῖν. Τοῦ δὲ τυχήσας, ὃ καὶ τέτριπται, καθὰ καὶ τὸ τετυχηκώς, ἀρχὴ προσεχὴς μὲν τὸ τυχῶ τυχήσω, πόρρω δὲ ὁ δεύτερος μέλλων τοῦ τεύχω, καθὰ καὶ τοῦ τυπῶ τυπώσω καὶ τοῦ τυπτῶ τυπτήσω ὁ δεύτερος μέλλων τοῦ τύπτω προκατάρχει. οὕτω δὲ καὶ τῆς βλεπήσεως, ἣ κεῖται ἐν τῷ Ἐτυμολογικῷ, ἐνεστὼς μὲν ὁ βλεπῶ, αὐτοῦ δὲ προΰπεστιν ὁ δεύτερος μέλλων τοῦ βλέπω. (v. 107) Τὸ δέ «δεδεγμένος ἐν προδοκαῖς» τρόπος ἐστὶν ἐτυμολογικός. προδοκὴ γάρ ἐστι τόπος στενός, ἐν ᾧ δοκεύει τις [ὁδοιδόκου δίκην] καὶ δέδεκται τὸ θηρώμενον. (v. 106 et 108) Τὸ δὲ ἀρρενικῶς λεχθέν «ὅν ποτε βεβλήκει» οὐκ ἐᾷ ἐπίκοινον ὄνομα εἶναι τὸ αἴξ. ἰδοὺ γὰρ ὁ αἴξ, οὗ θηλυκὸν πάντως ἡ αἴξ. (v. 109) Ὅτι μετρῶν ὁ ποιητὴς τὰ τοῦ ῥηθέντος αἰγὸς κέρατά φησι· «τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει», ὡς εἶναι κατά τινας ὁμοῦ ἄμφω σπιθαμῶν πέντε καὶ δώρου ἑνός, ἀνὰ μέρος δὲ ἑκάτερον ἀνὰ δύο σπιθαμῶν καὶ μικρόν τι πρός. τρίτον γὰρ σπιθαμῆς τὸ δῶρον, ὃ λέγεται καὶ παλαιστή θηλυκῶς καὶ ὁ παλαιστής ἀρσενικῶς. ἔστι δὲ διάστημα τετραδάκτυλον. καὶ οὕτω μὲν ὁ ποιητὴς λέγει οὐδὲν ἀπίθανον ἱστορῶν, ὡς ἡ πεῖρα διαδείκνυσι πολλαχοῦ. τί γὰρ μέγα δισπίθαμον κέρας ἀγρίου αἰγός, εἴγε καὶ ἓν καθ' αὑτὸ μόνον ὦπται καὶ ὑπὲρ τέσσαρας σπιθαμὰς καὶ ἕως καὶ ὑπὲρ