Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.712
Not analysed yet
ἑπτά. φασὶ δὲ καὶ ἐν Δήλῳ τῇ νήσῳ ἀνακεῖσθαι κέρατα ἐκ τῶν κατ' Ἐρυθρὰν θάλασσαν τόπων, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτώ, ἱστῶν μνᾶς εἰκοσιέξ, τράγου δὲ πήχεων δύο καὶ σπιθαμῆς σταθμοῦ ἴσου. Ὅρα δέ, ὅπως ἑξκαίδεκα ὀφείλων εἰπεῖν ὁμοίως τῷ ἕξκλινον καὶ τῷ Ἕξγυιον, ὃ πόλις ἐστὶ Σικελίας ἓξ ἀγυιὰς ἔχουσα κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, ὁ δὲ ἑκκαίδεκα λέγει, τραπέντος τοῦ ξ εἰς κ διὰ συγγένειαν ὡς καὶ ἐπὶ τῆς ἐξ προθέσεως. οὕτω που καὶ χρόνος ἑξάμηνος ἕκμηνος λέγεται καὶ τὸ ἕκτον δὲ ἐκ τοῦ ἕξ οὕτω παρωνόμασται. Ἰστέον δέ, ὅτι εἰς κέντρωνα ἤγουν εἰς Ὁμηρόκεντρον τὸ ἐπὶ Πανὸς συνετέλεσέ τινι τὸ «τοῦ κέρα ἐκ κεφαλῆς» καὶ ἑξῆς, ὡς τοῦ Πανὸς κερασφόρου ὄντος κατὰ τὸν μῦθον. ῥηθήσεται δέ ποτε σκωπτικῶς καὶ κατὰ Πανικοῦ ἀνδρὸς κοινότερον. [Ἰστέον δὲ καί, ὅτι τοῦ πεφύκει, ὅ ἐστι βεβλαστήκει, οὐκ ἔστι καιριωτέρα λέξις ἐπὶ κεράτων, ἅπερ ὕστερον τοῖς κερασφόροις φύονται]. (v. 110 s.) Ὅτι γοργῶς διασκευάζων ὁ ποιητὴς τόξου κατασκευὴν οὕτω φησί· «καὶ τὰ μέν», λέγει δὲ τὰ κέρατα, «ἀσκήσας κεραοξόος ἤραρεν», ἤγουν ἥρμοσε, «τέκτων, πᾶν δ' εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην», εἰς ἣν δηλαδὴ ἐνίεται ἡ νευρά. καὶ ὅρα, ὅτι καὶ τὸν τοῦ τόξου τεχνίτην τέκτονα γενικῶς καλεῖ, κεραοξόον μέντοι πρὸς εἰδικὴν διαστολὴν τῶν λοιπῶν τεκτόνων, [οὗ ἡ συνθετικὴ ἀναλογία κατὰ τὸ δορυξόος, λαοξόος, ἤτοι λιθοξόος, καὶ τὰ ὅμοια.] Ἀσκῆσαι δὲ καὶ νῦν τὸ ἐπιμελείας ἀξιῶσαι, [ἵνα εἴη ὥσπερ νῆμα ἀσκητόν, οὕτω καὶ ἀσκητὰ κέρατα. Τὸ δὲ ἤραρεν ἀναλόγως ἔχει. οὐ μὴν τοιοῦτον καὶ τὸ ἄραρεν, οὗ μετοχὴ ἀραρώς. ἐκεῖνο γὰρ Ἰωνικώτερον ὂν διέβη καὶ εἰς Ἀττικισμόν.] (v. 111) Λειᾶναι δὲ τὸ ξέσαι ἢ ῥινῆσαι. Ἡ δὲ Ὁμηρικὴ χρυσῆ κορώνη καὶ εἰς παροιμίαν ἔπεσε καὶ ὁ ἀγαθὸν τέλος τοῖς φθάσασιν ἐπιθεὶς χρυσέην ἐπιθεῖναι τῷ παντὶ κορώνην