Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.713
Not analysed yet
λέγεται. ἡ δὲ χρυσῆ κορωνὶς ἴσως μὲν καὶ ἐκ ταύτης τῆς κορώνης ὑπεκορίσθη, ἴσως δὲ καὶ ἐκ τῆς τὰς θύρας συναπτούσης. λέγεται δὲ κορώνη τόξου τροπικῶς, καθὰ καὶ θύρας, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀπὸ τῆς ζωϊκῆς, ἧς πρὸς διαφορὰν δοκεῖ ἀστείως αὕτη χρυσέα κληθῆναι, ὡς μὴ κατ' ἐκείνην οὖσα μέλαινα. (v. 112 s.) Ὅτι τὸ εἰς γῆν θεῖναι τὸ τόξον πρὸς τῇ γῇ ἀνακλῖναί φησιν. ὅτι δὲ τὸ εἰς γῆν ἀνακλῖναι ὅμοιόν ἐστι τῷ καταθεῖναι, δηλοῖ εἰπών· «καὶ τὸ μὲν εὖ κατέθηκε τανυσάμενος», [ὃ καὶ τανύσας λέγεται κατὰ τὸ «οὐ δύναμαι τανύσαι».] (v. 113) Ὅτι πρόσθε τοῦ Πανδάρου σάκεα σχέθον, ἤγουν ἔσχον, ἐσθλοὶ ἑταῖροι συγκρύπτοντες ἐκεῖνον, ἵνα λάθῃ βαλὼν τὸν Μενέλαον. οὔκουν μόνος φαῦλος ὁ Πάνδαρος, ἀλλὰ συνεξομοιοῦνται αὐτῷ καὶ οἱ ὑπ' αὐτόν, ὅπερ ὡς τὰ πολλὰ γίνεται. (v. 117) Ὅτι τὸν ὀϊστόν, ὃν ἐξείλετο Πάνδαρος, ἤτοι ἐξήγαγεν ἢ ἐξελέξατο, εἰς τὴν κατὰ Μενελάου βολήν, ἀβλῆτα καλεῖ Ὅμηρος εἰπών· «αὐτὰρ ὃ σύλα πῶμα φαρέτρης, ἐκ δ' ἕλετ' ἰὸν πτερόεντα μελαινάων ἕρμ' ὀδυνάων». Ἔστι δὲ ἀβλὴς ὁ μήπω βληθείς, ὅ ἐστι ἀφεθεὶς κατά τινος. διὸ καὶ ἀθετοῦσι τὴν λέξιν οἱ παλαιοὶ φάμενοι μὴ εἰωθέναι τὸν ποιητὴν τὸ βάλλειν ἐπὶ τοῦ ἁπλῶς ἀφιέναι τιθέναι. αἰτιῶνται δὲ καὶ τὸ ἕρμα λέγοντες, ὅτι οὐχ' ὃ θέλει ὁ ποιητὴς λέγει. ἕρμα γὰρ Ὁμηρικῶς τὸ ἔρυμα καὶ κώλυμα. τὸ δὲ βέλος οὐ γίνεται κώλυμα ὀδυνῶν ἀλλὰ μᾶλλον ἐνέρεισμα. ἔστι δὲ λύοντα τὰ τοιαῦτα εἰπεῖν, ὅτι ἀβλῆτα μὲν ὀϊστὸν λέγει τὸν μήπω βαλόντα, ἤτοι ἐπιτυχόντα τινός, διὰ τὸ μηδὲ ἀφεθῆναι, ἕρμα δὲ ὀδυνῶν, ἐν ᾧ αἱ ὀδύναι οἷον ἐνοικοῦσι καὶ ἐνερείδονται, ὥστε ὅπου αὐτὸ εἰσέλθῃ, ἐκεῖ καὶ θανασίμους ὀδύνας συνεισέρχεσθαι. [Ἰὸν δὲ πτερόεντα κοινότερον μὲν λέγει τὸν πτεροῖς προϊόντα. καὶ ἄλλως