Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.714
Not analysed yet
δὲ ἢ πρὸς διαστολὴν ἴσως ἰοῦ τοῦ κατὰ τὸν ὄφιν καὶ ὅσα τοιαῦτα ἢ καὶ πρὸς διαφορὰν ὀϊστοῦ, ὃς οὐ πτεροῖς διοικεῖται, ἀλλά τισιν ἑτεροίοις, ὡς εἰκός. ἔτι δὲ πτερόεις ἰὸς ὁ ταχὺς καὶ ἐπιπτέσθαι μενεαίνων.] (v. 118—26) Ὅτι τὸ τοῦ Πανδάρου τόξευμα οὕτω διασκευάζει ὁ ποιητής· «αἶψα δ' ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν· ἕλκε δ' ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια. νευρὴν μὲν μαζῷ πέλασε, τόξῳ δὲ σίδηρον. αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε βιός, νευρὴ δὲ μέγ' ἴαχεν, ἆλτο δ' ὀϊστὸς ὀξυβελὴς καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων». (v. 123) Ἰστέον δέ, ὅτι ἀρχαϊκὸν τὸ τὴν νευρὰν πελάζειν τῷ μαζῷ, ὃ καὶ Ἀμαζόνες ἐποίουν, ὡς προείρηται. τὸ δὲ μέχρι καὶ εἰς τὸ δεξιὸν οὖς αὐτὴν ἐντανύειν νεώτερον, ὡς καὶ ὁ Προκόπιος ἐν τοῖς Λιβυκοῖς προοιμιαζόμενος ἱστορεῖ. (v. 118) Τοῦ δὲ κατακοσμεῖν νευρὰν ἐπὶ ὀϊστῷ οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν, κἂν μυρία πονήσοι τις. [Δηλοῖ δὲ τὸ εὐκόσμως κατετίθει οἷα κοσμήτωρ. Πικρὸν δὲ ὀϊστὸν λέγει τὸν πρὸ βραχέων ὀδυνηρὸν εἰς θάνατον πρὸς διαστολὴν τοῦ μὴ πολεμικοῦ ἀλλὰ γυμναστικῶς γλυκάζοντος.] (v. 122) Γλυφίδες δὲ τὸ γλύμμα τοῦ ἀτράκτου τὸ ἐντιθέμενον τῇ νευρᾷ. νεῦρα δὲ βόεια περιφραστικῶς καὶ ἐτυμολογικῶς ἡ προρρηθεῖσα νευρὰ λέγεται, ἐξ ὧν καὶ ἠρτύετό ποτε, καθὰ πρὸ ὀλίγου ἐρρέθη, ἡ νευρά, ὡς καὶ ἡ κλῆσις δηλοῖ. [Κατακρουόμενα γάρ, ὡς εἰκός, βόεια νεῦρα, εἶτα ξαινόμενα καὶ κλωθόμενα συνεστρέφοντο, καθὰ καὶ σχοῖνος. καὶ οὕτως ἐχρησίμευον εἰς ῥαίβωσιν τόξου κατὰ τοὺς ἄρτι βοείους ἱμάντας. κἀντεῦθεν ἡ τότε κυρίως νευρὰ ψευδωνυμεῖται κατὰ τῆς ὕστερον.] (v. 123) Μαζὸς δὲ καὶ ἐπὶ ἀνδρῶν ἰδοὺ κεῖται, ὥστε οὐκ ἐπὶ μόνων λέγεται γυναικῶν. δοκεῖ δὲ γενέσθαι ἐκ τοῦ μαδός κατὰ φανερὰν στοιχειακὴν τοῦ δ καὶ τοῦ ζ συγγένειαν. μαδᾷ γὰρ φύσει ἀναγκαίως ἅπας μαζός, ὁ καὶ μασδὸς Δωρικῶς καὶ μαστὸς διὰ τοῦ τ καὶ μασθὸς δὲ διὰ τοῦ θ λεγόμενος. χρῆσις δὲ τοῦ μαδοῦ, ἐν οἷς Ἡρακλείδης, εἰπὼν ἐκ τοῦ ἔδω τὸ ἔσθω γίνεσθαι Δωρικῶς τροπῇ τοῦ δ εἰς θ, ὡς τὸ «ἔθων Οἰνῆος ἁλωήν», λέγει, ὅτι καὶ τὸν μαδὸν οὕτω