Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.715
Not analysed yet
μασθὸν λέγουσιν οἱ Δωριεῖς. καὶ τὸ ψεῦδος δέ, φησίν, ἄραντες τὸ ε ψύθος φασί. τινὲς δὲ ἀπὸ τοῦ μῶ μάζω, τὸ ζητῶ, παράγουσι τὸν μαζόν, ὡς τοῖς βρέφεσι ζητούμενον. (v. 124) Κυκλοτερὲς δὲ τόξον λέγει οὐ τὸ φύσει τοιοῦτον, σκολιὸν γάρ ἐστι καὶ ἀγκύλον πρὸ τῆς τάσεως, ἀλλ' ὅπερ τῷ ἑλκυσμῷ τοιοῦτον γίνεται. ὅτε γὰρ ἡ νευρὰ πελάσει τῷ μαζῷ, τῷ τόξῳ δὲ ὁ τοῦ βέλους σίδηρος, ῥαιβοῦται τὸ τόξον εἰς κυκλοτέρειαν. (v. 125) Τὸ δὲ λίγξε καὶ τὸ ἴαχεν ὠνοματοπεποίηνται. τέθειται δὲ τὸ μὲν λειότερον οἰκείως ἐπὶ τοῦ τόξου, τὸ δὲ τραχύτερον ἐπὶ τῆς νευρᾶς. Τὸ δὲ ἆλτο ὅτι ψιλοῦται καὶ διὰ τί, προεγράφη. (v. 126) Τὸ δὲ ὀξυβελής φανερῶς δηλοῖ, ὅτι βέλος κυρίως τὸ τοῦ ὀϊστοῦ σιδήριον, ἀφ' οὗ καὶ τὸ ὅλον βέλος λέγεται, ὡς καὶ ἀπὸ τοῦ σιδήρου τῆς αἰχμῆς τὸ ὅλον δόρυ αἰχμήν φαμεν. Τοῦ δὲ πτέσθαι, ὅ ἐστι πετάσαι, χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν Οἰδίποδι. ἔοικε δὲ τῇ κινήσει τοῦ σχέσθαι· ὡς γὰρ ἐσχόμην σχέσθαι, οὕτω καὶ ἐπτόμην πτέσθαι, οἷον· «περιχαρὴς δ' ἀνεπτόμην». [Δῆλον δέ, ὥς ἐστι καὶ ἐπτάμην πρῶτος ἀόριστος, ἐξ οὗ καὶ τό· «τίς γάρ ποτ' ἀρχὴ τοῦ κακοῦ προσέπτατο» καὶ ἀπαρέμφατον παρά γε Εὐριπίδῃ τὸ διαπτάσθαι. σύνδρομον δὲ ἰῷ πτερόεντι τὸ ἐπιπτέσθαι.] Τὸ δὲ μενεαίνων ὡς ἐπὶ αἰσθητικοῦ εἴρηται. ἔθος γὰρ Ὁμήρῳ κατὰ λόγον γλυκύτητος προαιρετικὴν ὁρμὴν καὶ τοῖς ἀψύχοις προσπλάττειν καὶ ψυχοῦν οἷον αὐτά. οὕτω καὶ ὀϊστὸς ἐνταῦθα πέτεσθαι θέλει. καὶ ἀλλαχοῦ βέλη χροὸς ψαῦσαι φιλοτιμεῖται καὶ Ἄρης, ὅ ἐστι σίδηρος, αἵματος προθυμεῖται κορέσασθαι. φασὶ δὲ οἱ παλαιοί, ὅτι ἐν τοῖς τοιούτοις ἡ τροπὴ ἀπὸ τοῦ πάσχοντος ἐπὶ τὸ ποιοῦν γίνεται. τοῦ γὰρ στρατιώτου πάσχοντος τὸ θέλειν πέτεσθαι τὸν ὀϊστὸν καθ' ὅμιλον καὶ ψαῦσαι τὸ βέλος χροὸς καὶ τὸν σίδηρον αἵματος κορέσασθαι ἀπ' αὐτοῦ ἐπὶ τὰ ὅπλα γίνεται ἡ τροπὴ τὰ ποιοῦντα τὴν στρατιωτικὴν ἔφεσιν. ὅμοιον καὶ τὸ «γέλασε δὲ πᾶσα περὶ χθών». πάσχοντος γὰρ τοῦ θεατοῦ τὸ γελᾶν ἐπὶ τὴν ποιοῦσαν τοῦτο χθόνα τὸ τοῦ γέλωτος πάθος τέτραπται.