Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.716
Not analysed yet
(v. 127) Ὅτι ἐνταῦθα πρῶτον χρᾶται Ὅμηρος σχήματι ἀποστροφῆς, τῷ κατὰ κλητικὴν δηλαδὴ πτῶσιν, τὸν μὲν ἀκροατὴν ἀφείς, τρέψας δὲ τὸν λόγον πρὸς τὸν τῆς ἱστορίας Μενέλαον ἐν τῷ «οὐδὲ σέθεν, Μενέλαε, θεοὶ μάκαρες λελάθοντο». γίνονται δὲ παρ' Ὁμήρῳ αἱ ἀποστροφαὶ πρὸς ἀξιόλογα πρόσωπα, οἷον ἐν Ὀδυσσείᾳ μὲν ἅπαξ πρὸς τὸν εὐνούστατον τῷ δεσπότῃ Εὔμαιον, ἐν Ἰλιάδι δὲ διαφόρως πρός τινας οἵους ἀξίους εἶναι καλεῖσθαι προσφωνητικῶς καὶ τυγχάνειν ἐπιστροφῆς. οὐ γὰρ δήπου καὶ πρὸς τὰ τυχόντα τῶν προσώπων ἀποστρέφειν τὸν λόγον δέον ἤγηται ὁ σεμνότατος ποιητής, ὡς πολλαχοῦ φανήσεται. Τὸ δὲ λελάθοντο Ἰωνικῶς ἀναδεδιπλασίασται. (v. 128) Ὅτι ἀγελείη Ἀθηνᾶ οὐκ ἂν ἀπὸ τοῦ τὰ ἄγη ἐλαύνειν εἴη ἄν, ἵνα μὴ δασυνθῇ οὕτως ἡ ἄρχουσα. εἴρηται δὲ μᾶλλον ἢ ἀπὸ τοῦ λείαν ἄγειν—ληῗτις γάρ ἐστιν—ἢ παρὰ τὸ λεὼν ἄγειν ἤτοι λαόν, ὡς ἡγεμονική, ἀφ' ἧς ἐννοίας καὶ τὸν στρατηγὸν λαγέταν ἡ ποίησις ἔφη. ἐκεῖθεν δὲ καὶ τὰ κύρια, ὁ Ἀγησίλαος καὶ ὁ Ὁμηρικὸς Ἀγέλαος. (v. 129—31) Ὅτι ἡ Ἀθηνᾶ πρόσθε στᾶσα Μενελάου βέλος ἐχεπευκὲς ἄμυνε καὶ τόσον ἔεργεν ἀπὸ χροός, ὡς ὅτε μήτηρ παιδὸς ἐέργει μυῖαν, ὅθ' ἡδέϊ λέξεται ὕπνῳ, ἤγουν ὅτε εἰς ὕπνον ἡδὺν ἐκεῖνος κατενεχθῇ. καὶ ὅρα, ὅπως περιῆλθε τοὺς Τρῶας ἡ Ἀθηνᾶ δεξιώτατα, τὸν μὲν Πάνδαρον κατὰ Μενελάου ἐρεθίσασα ἐπὶ βλάβῃ τῶν ὅρκων, φυλάξασα δὲ τὸν Μενέλαον. κατὰ γὰρ τὴν τραγῳδίαν τὸ κακὸν δοκεῖ ποτ' ἐσθλὸν εἶναι τῷδε, ὅτῳ θεὸς φρένας ἄγει πρὸς ἄτην. ὃ καὶ Πάνδαρος ἔπαθε. διὰ δὲ τῆς κατὰ τὴν μυῖαν παραβολῆς τὸ παράμονόν τε τῆς φυλακῆς τῆς Ἀθηνᾶς ἐδήλωσεν ὁ ποιητὴς δεικνύς, ὅτι καὶ αὐτὴ τῷ Μενελάῳ παρμέμβλωκε καὶ τὴν τοῦ Πανδάρου βολὴν ἐξηυτέλισε, μυίας εἰκάσας πετάσματι τὴν τοῦ ἀβλῆτος πτερόεντος ὀϊστοῦ ἄφεσιν. ὑπνοῦντι δὲ παιδὶ τὸν ἥρωα Μενέλαον εἴκασε διὰ τὸ ἀφροντιστεῖν ἄρτι πεποιθότα τοῖς ὅρκοις καὶ οἷον ἀναπίπτειν καὶ ἀνακεῖσθαι. καιρία δὲ λέξις ἐν τοῖς ῥηθεῖσι τὸ εἴργειν καὶ ἀπείργειν, διὸ καὶ δὶς ἐρρέθη κατ' ἐπιμονήν. (v. 132—9) Ὅτι πολλὰ φθάσας ὁ Μενέλαος δυστυχῆσαι τοῦθ' ἓν μέγα, ὡς εἰκός, εὐτυχεῖ, ὅτι τὸ βέλος ἡ Ἀθηνᾶ τῶν καιρίων ἀπαγαγοῦσα τοῦ σώματος ἴθυνεν αὐτό, ὅθι ζωστῆρος ὀχῆες χρύσεοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. καὶ τὸ ἐντεῦθεν γίνεται τοιαῦτα καθ' Ὅμηρον· «ἐν δ' ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός, διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο μίτρης θ', ἣν ἐφόρει ἔρυμα χροός, ἕρκος ἀκόντων, ἥ οἱ πλεῖστον ἔρυτο, διαπρὸ δὲ εἴσατο καὶ