Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.717
Not analysed yet
τῆς», ἤγουν προῆλθεν ἐντὸς καὶ διὰ ταύτης, «ἀκρότατον δ' ἂρ ὀϊστὸς ἐπέγραψε χρόα φωτός». ἔστι δέ, ὃ λέγει, τοιοῦτον. (v. 133 s.) Θώραξ ἐλέγετό τις στατός, ὁ μέχρι λαγόνων ἄνωθεν καθήκων, ᾧ ἢ ἐπίκειται ἢ ὑποβέβληται ζωστήρ, ὃς κατά τινας καὶ ζῶμα ἐλέγετο, κατιὼν αὐτὸς ἀπὸ λαγόνων μέχρι γονάτων καὶ κνημῶν. ἃ δὴ ἀμφότερα, ἤγουν τὸν στατὸν θώρακα καὶ τὸν ζωστῆρα, συλληπτικῶς θώρακα ὁ ποιητὴς ἐνταῦθα λέγει, ὥστε εἶναι τὴν αὐτῶν συνοχὴν διπλόον θώρακα. (v. 137) Ἡ δὲ μίτρα ἐντὸς τούτων παρὰ τὸ ἦτρον πρὸς πλείω φυλακὴν ἔκειτο. διό φησιν· «ἥ οἱ πλεῖστον ἔρυτο», τουτέστιν ἐφύλασσεν, ὅθεν καὶ ἔρυμα χροὸς ἐτυμολογικῶς λέγεται, ἔσω μὲν ἐριώδης οὖσα, ἵνα μὴ θλίβῃ τὸ ὑποκείμενον, ἔξω δὲ χαλκῆν τινα λεπίδα, ἤγουν χαλκοῦν ἐκπέταλον ἔχουσα. διὸ καὶ προϊὼν ἐρεῖ, ὅτι χαλκῆες ἄνδρες ἔκαμον αὐτήν, ἣν δι' αὐτὸ τοῦτο καὶ ἔρυμα χροὸς καλεῖ καὶ ἕρκος ἀκόντων. διὰ τοῦ θώρηκος οὖν τοῦ στατοῦ καὶ τοῦ μετ' αὐτὸν ζωστῆρος καὶ τῆς μίτρας ἐλθὼν ὁ ὀϊστὸς οὐ μέγα τι ἔδρασε κατὰ τοῦ Μενελάου. οἱ δέ φασιν, ὅτι ἄνω τῆς μίτρας καὶ τῆς συνδέσεως τοῦ ῥηθέντος ζώματος καὶ τοῦ στατοῦ θώρακος ζώνη ἐπέκειτο σφίγγουσα τὰ πάντα, ἥτις ἐκαλεῖτο ζωστήρ. οὗ ζωστῆρος ἄνω ἐμπεσὼν ὁ τῷ Μενελάῳ ἐπαφεθεὶς ὀϊστὸς οὐ πολὺ τὸ ἐνεργὸν ἔσχεν, ἀλλὰ ἀκρότατον ἐπέγραψε χρόα φωτὸς ἀποκωλυσάντων τὴν εἰς βάθος πρόοδον πρῶτα μὲν τοῦ ἐξ ἐπιπολῆς ζωστῆρος, ἤτοι τῆς ζώνης χρυσῆς οὔσης, —χρύσεοι γάρ, φησίν, ὀχῆες ζωστῆρος συνεῖχον—εἶτα τοῦ διπλοῦ, ὡς εἴρηται, θώρακος, τουτέστι τοῦ στατοῦ καὶ τοῦ ὑποβεβλημένου αὐτῷ ζώματος, καὶ τετάρτης τῆς μίτρας. ὅτι δὲ ὁ ζωστὴρ ἄνω ἦν τοῦ ζώματος, δηλοῖ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς λέγων· εἰρύσατο ζωστὴρ παναίολος καὶ ὑπένερθε ζῶμα καὶ μίτρη, πλέον αὐτὴ τὸ βέλος ἀμβλύνασα. ἄλλοι δὲ διπλοῦν θώρακα νοοῦσι τὰ πρὸς ταῖς λαγόσι καὶ ἐκ πλαγίων πτερύγια τοῦ θώρακος, ἅπερ πτυχθέντα καὶ οὕτως ἀλλήλοις ἐπιφερόμενα καὶ τῷ ζωστῆρι σφιγγόμενα διπλοῦσιν ἐκεῖ τὸν θώρακα. Σημείωσαι δέ, ὅτι μίτρα παρὰ τοῖς μεθ' Ὅμηρον καὶ ἐπὶ τῆς περὶ κεφαλὴν ταινίας λέγεται, ἤτοι κοινότερον εἰπεῖν ἐπὶ φασκίας, ὡς δηλοῖ παρ' Εὐριπίδῃ τὸ μίτραις ἀναδέτοις ῥυθμίζεσθαι πλόκαμον, καὶ τὸ παρ' Ἡροδότῳ «μίτραις κατειλίχατο», καὶ οἱ περὶ κεφαλὰς